Ἰησοῦ Χριστοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάσσειν καὶ ποιεῖν αὐτὰς καὶ ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος· δεῖ γὰρ πάντας ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθά, εἴτε κακά· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου καὶ μέλλει ὁ κύριος ἐλθεῖν ἐξ οὐρανοῦ κρῖναι ζῶντας καὶ νεκρούς. Μὴ οὖν ἀμελήσητε, γινώ σκοντες ὅτι ἐν ᾗ ἂν ὥρᾳ οὐ δοκεῖτε, ὁ κύριος ἡμῶν ἔρχεται. Κακοπαθήσατε οὖν καὶ τῇ ἐλπίδι στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν.Μνημονεύετε ὅσα ὑμῖν λελάληκα, λέγων ὅτι τοῦ παρόντος βίου ὀλιγοχρόνιά ἐστιν, εἴτε τὰ χρηστά, εἴτε τὰ λυπηρά, καὶ πάντα ταχὺ παρελεύσεται, τοῦ δὲ μέλλοντος αἰῶνος πάντα ὁμοίως αἰώνια καὶ ἀτελεύτητα· οὐδὲ γὰρ ἡ βα σιλεία τῶν οὐρανῶν ποτὲ παρελεύσεται, οὐδὲ ἡ κρίσις τέλος ἔχει, ἀλλ' ἀεὶ διαμένει, ἀθάνατα καὶ ἀκατάπαυστα κολάζουσα τοὺς ἁμαρτωλούς. Σπουδάσατε οὖν ἀμέμπτους καὶ ἀσπίλους εὑρεθῆναι ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἵνα μὴ ἐμπέσητε εἰς ἐκείνην τὴν γέενναν τὴν ἀθάνατον καὶ ἀτελεύτητον. Μνημονεύσατε ὅσα ὁ θεὸς ἐποίησε σημεῖα καὶ τέρατα ἐν ὑμῖν δι' ἐμοῦ, τοῦ δούλου αὐτοῦ, καὶ προσεύξασθε ὑπὲρ ἐμοῦ· ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε, καθὼς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, νῦν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἀγωνιζομένοις διὰ τὸ ὄνομα αὐτοῦ."
Καὶ ταῦτα εἰπών, σὺν πᾶσιν αὐτοῖς προσηύξατο· ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, τοῦ ἀποστόλου εἰρηκότος ὅτι ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. Λαβὼν δὲ ὁ Βαρνάβας ἄρτον καὶ ποτήριον, καὶ ποιήσας πᾶσαν τὴν ἀκολουθίαν, μετέλαβε μετὰ τῶν ἀδελφῶν τῆς εὐ χαριστίας τῶν μυστηρίων. Καὶ μετὰ ταῦτα παραλαβὼν τὸν Μάρκον καὶ ἀναχωρήσας κατ' ἰδίαν, εἶπεν αὐτῷ· "Ἐν τῇδε τῇ ἡμέρᾳ δεῖ με τελειωθῆναι εἰς τὰς χεῖρας τῶν ἀπειθούντων Ἰουδαίων· σὺ δὲ ἐξελθὼν ἔξω τῆς πόλεως κατὰ δυσμάς, εὑρήσεις τὸ σῶμα μου· καὶ τοῦτο θάψας, ἔξελθε ἀπὸ Κύπρου καὶ πορεύου πρὸς τὸν Παῦλον καὶ ἴσθι μετ' αὐτοῦ, ἕως οὗ ὁ κύριος οἰκονομήσει τὰ κατὰ σέ· μέλλει γὰρ τὸ ὄνομά σου μεγαλυνθῆναι ἐν ὅλῃ τῇ οἰκουμένῃ."Μετὰ ταῦτα εἰσῆλθε Βαρνάβας εἰς τὴν συναγωγὴν καὶ ἐδίδασκε τοὺς Ἰουδαίους, πείθων αὐτοὺς περὶ τοῦ κυρίου Ἰησοῦ, ὅτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. Πλησθέντες δὲ θυμοῦ οἱ ἀπὸ Συρίας Ἰου δαῖοι, ἀναστάντες ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας καὶ ἔθεντο αὐτὸν ἐν οἴκῳ σκοτεινῷ ἐν τῇ συναγωγῇ ἕως ἑσπέρας βαθείας· ἐξαγαγόντες δὲ αὐτὸν καὶ βασανίσαντες ἱκανῶς, ἤγαγον διὰ νυκτὸς ἔξω τῆς πόλεως καὶ ἐκεῖ αὐτὸν κατέλευσαν οἱ παράνομοι· καὶ ἅψαντες πυρὰν μεγάλην, ἔρριψαν ἐκεῖ τὸν μακάριον πρὸς τὸ μηδὲ λείψανον αὐτοῦ εὑρεθῆναι. Προνοίᾳ δὲ θεοῦ ἀκέραιον ἔμεινε τὸ σῶμα τοῦ ἀποστόλου καὶ οὐδὲν αὐτὸ ἔβλαψεν ἡ πυρά. Μάρκος δὲ κατὰ τὰ διατεταγμένα αὐτῷ ἐξελθὼν ἔξω τῆς πόλεως κατὰ δυσμὰς μετά τινων ἀδελφῶν κρυφῇ, συνεκόμισαν τὸ λείψανον τοῦ ἁγίου Βαρνάβα καὶ θάψαντες ἐν σπηλαίῳ ὡς ἀπὸ σταδίων πέντε τῆς πόλεως, ἀνεχώρησαν, ποιήσαντες κοπετὸν μέγαν ἐπ' αὐτόν.
Ἐγένετο δὲ ἐν ἐκείνῳ τῷ καιρῷ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Σαλαμίνῃ, καὶ πάντες διεσπάρησαν ἄλλος ἀλλαχοῦ· καὶ λοιπὸν ἄγνωστον γέγονε τὸ μνῆμα τοῦ ἁγίου ἀποστόλου Βαρνάβα. Μάρκος δὲ ἐκπλεύσας ἀπὸ τῆς Κυπρίων χώρας, ἦλθε πρὸς Παῦλον εἰς Ἔφεσον καὶ ἀνήγγειλεν αὐτῷ περὶ τῆς τοῦ Βαρνάβα τελειώσεως· ὁ δὲ ἀκούσας, ἔκλαυσε κλαυθμῷ μεγάλῳ ἐπ' αὐτόν, κα τέσχε δὲ παρ' ἑαυτῷ τὸν Μάρκον. Μετὰ δὲ ταῦτα τοῦΠέτρου κατὰ ἀποκάλυψιν θεοῦ ἀπαίροντος ἐπὶ τὴν Ῥώμην, παρέλαβε μεθ' ἑαυτοῦ τὸν Μάρκον, τρόπον τινὰ τεκνο ποιήσας αὐτόν· ἐκεῖ συνέταξε τὴν εὐαγγελικὴν ἱστορίαν· ἥντινα ὁ Πέτρος ἀναγνοὺς καὶ
8