De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
συστρατιώτην, ὧν μεθ' ὑμῶν ἔτι στρατευόμενος ἔμαθον ὑπομένειν." παρὰ πάντων ἐβοήθη· "εὐτυχῶς· ὁ στρατός σε βασιλεύοντα, νικητά· ὁ στρατός σε βασιλεύοντα, εὐτυχῆ· σὲ ποθοῦμεν πάντες." ὁ αὔγουστος· "καὶ ἔγνων, ὁποῖα ὀφείλω δώματα παρασχεῖν ταῖς δυνάμεσιν." ὑπὸ πάντων ἐκράγη· "καὶ εὐσεβὴς καὶ δυνατὸς καὶ λογιώτατος." ὁ αὔγουστος· "ὑπὲρ ἐντεύξεως τῆς ἁγίας καὶ εὐτυχοῦς βασιλείας μου ἀνὰ εʹ νομισμάτων καὶ λίτραν ἀργύρου καταβουκοῦλον δώσω." παρὰ πάντων ἐβοήθη· "καὶ εὐσεβὴς καὶ δαψιλής. διὰ σοῦ τιμαὶ, διὰ σοῦ οὐσίαι. χρυσέους αἰῶνας βασιλεύουσα εὐτυχὴς εἴη ἡμῖν ἡ βασιλεία σου." αὐτοκράτωρ Καῖσαρ αὔγουστος· "ὁ Θεὸς μεθ' ὑμῶν." καὶ εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ τὰ λοιπὰ ἐγένετο κατὰ τάξιν. μετὰ οὖν τὴν ἀνάγνωσιν τοῦ λιβελλαρίου εἰσέρχεται εἰς τὸ μουτατώριον, καὶ οἱ πατρίκιοι ἐγγὺς αὐτοῦ καὶ οἱ δύο ἔπαρχοι καὶ ὁ μάγιστρος, καὶ εἰσέρχονται τρεῖς κατὰ σχολὴν, καὶ δίδωσιν αὐτοῖς λιγατούρας, καὶ μετὰ ταῦτα λογάρια γίνεται, καὶ ἀναπληροῦνται. ταῦτα δὲ πράξας, ἐξελθὼν ἀπῆλθε πε 413 ζεύων εἰς τὸν παπιλεῶνα, τὴν ἐκκλησίαν, μὴ ὄντος ἐκεῖ τοῦ ἐπισκόπου· ὁ γὰρ ἐπίσκοπος καὶ ὁ κλῆρος αὐτοῦ προέλαβεν εἰς τὴν μεγάλην ἐκκλησίαν· πρεσβύτεροι δὲ εὑρίσκονται ἐν τῷ παπιλιῶνι· (ἡ δὲ τοῦ παπιλιῶνος προσηγορία Ῥωμαϊκή ἐστι παπιλι. ὃ γὰρ λέγεται, ὃ καλοῦσιν οἱ Ἕλληνες ψυχάριον τὸ πετάμενον περὶ τὰς κράμβας καὶ τὰ λοιπὰ λάχανα· ἐπειδὴ οὖν τὰ παραπετάσματα τοῦ παπιλεῶνος ἔοικεν τοῖς πτεροῖς τοῦ ζωυφίου τούτου, διὰ τοῦτο οἱ Ῥωμαῖοι παπιλιῶνα αὐτὸν καλοῦσιν.) καὶ ἀποθέμενος ὁ βασιλεὺς ἐν τῷ μουτατωρίῳ τὸν στέφανον, εἰσέρχεται καὶ εὔχεται, καὶ πάλιν ἐξερχόμενος φορεῖ, καὶ κάθηται λευκῷ ἵππῳ, καὶ ἐπιτρέπει τοῖς ἄρχουσιν καθίσαι, καὶ ὀψικευόμενος ἔρχεται εἰς τὸν ἅγιον Ἰωάννην τὸν βαπτιστὴν, καὶ ἐν τῷ μουτατωρίῳ τῷ εὐτρεπισθέντι ἐπαίρει τὸν στέφανον, καὶ δίδωσιν αὐτὸν τῷ πραιποσίτῳ· ὁ δὲ πραιπόσιτος ὑποκάτω βαστάζει αὐτὸν, καὶ ὅτε εἰσέλθῃ εἰς τὴν τράπεζαν, ἐπιδίδωσιν αὐτῷ τὸν στέφανον, καὶ ἐπιτίθησιν αὐτὸν ἐπὶ τὴν ἁγίαν τράπεζαν, καὶ ἐπαίρει πάλιν καὶ δίδωσιν αὐτὸν τῷ πραιποσίτῳ, καὶ προσφέρει κειμήλια, οἷα βούλεται, ὑπουργοῦντος τοῦ κόμητος τῶν πριβάτων. καὶ εἰσερχόμενος εἰς τὸ μουτατώριον φορεῖ τὸν στέ 414 φανον, καὶ κάθηται τῷ ἵππῳ ἄχρι Ἑλενιανῶν, καὶ κατέρχεται ἐκεῖ, καὶ ἀπαντᾷ αὐτῷ ὁ φύλαξ τοῦ παλατίου, καὶ προσκυνεῖ, ἐὰν μὴ εἴη κυριακὴ, μετὰ τὸ εἰσελθεῖν αὐτὸν τὴν θύραν τοῦ παλατίου. καὶ ἐὰν εἴη ἀξιωματικὸς, δέχεται αὐτὸν ἀπὸ στόματος· ἐκεῖ δὲ αὐτῷ ἀπαντᾷ καὶ ὁ σταυρὸς ἐκ δεξιῶν αὐτοῦ ἱστάμενος ἐπ' ἐδάφους καὶ κρατούμενος ὑπὸ τῶν βεστητόρων. ὁ δὲ βασιλεὺς ἀλλάσσει εἰς τὸ μουτατώριον, καὶ βάλλει καμπαῖα καὶ λευκὸν αὐρόκλαβον διβητήσιον καὶ τὴν πορφυρᾶν χλαμύδα, καὶ ἐκεῖθεν ὡς ἐν Μαρτίῳ πᾶσα ἡ διρεκτιὼν γίνεται, καὶ κάθηται εἰς τὴν καρούχαν, προηγουμένου τοῦ σταυροῦ καὶ τῶν περσικίων. συγκάθηται δὲ αὐτῷ καὶ ὁ πρῶτος πατρίκιος, ἢ ὃν ἂν ἐπιτρέψῃ, φιλῶν αὐτοῦ τὰς χεῖρας· οἱ γὰρ ἄλλοι ἄρχοντες προλαμβάνουσι· καὶ ἐλθὼν εἰς τὸν φόρον Κωνσταντίνου, κατέρχεται ἐκ τῆς καρούχας, καὶ δέχεται τὸν ὕπαρχον τῆς πόλεως καὶ τὴν σύγκλητον. προσφέρει δὲ αὐτῷ ὁ πρῶτος τῶν συγκλητικῶν μετὰ τοῦ ἐπάρχου τῆς πόλεως μοδίολον χρυσοῦν. καὶ μετὰ τὸ δέξασθαι πάντας ἀπὸ στόματος, ἀνέρχεται εἰς τὴν καρούχαν, καὶ μόνος κάθηται. δηριγεύεται δὲ ὑπὸ τῶν συγκλητικῶν καὶ τῶν ἀρχόντων, καὶ ἔρχεται εἰς τὴν ἐκκλησίαν παρι 415 ὼν διὰ τοῦ αὐγουσταίου ἀντικρὺ τοῦ ὡρολογίου, καὶ εἰσέρχεται διὰ τοῦ μεγάλου πυλῶνος ἐπὶ τὸ μέσαυλον. ἐν δὲ τῷ νάρθηκι γίνεται μουτατώριον, καὶ ἀποτίθεται τὸν στέφανον, καὶ πάλιν λαμβάνει αὐτὸν ὁ πραιπόσιτος, καὶ ἐπιδίδωσιν, καὶ ἀποτίθεται αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ προσφέρει κειμήλια, ἅπερ βουληθείη, καὶ χρυσίον δωρεῖται, (διαφόροις γὰρ οἱ βασιλεῖς δωρεαῖς φαίνονται πρὸς τοῦτο χρησάμενοι,) καὶ ἐξέρχεται καὶ ἵσταται ὀλίγον ἐμπρὸς τοῦ καγκέλλου, καὶ μετὰ ταῦτα εἰσέρχεται εἰς τὸ παρατίκλιν, καὶ ἀκούει τοῦ εὐαγγελίου· ἐὰν δὲ θέλει, καὶ συνάγεται, καὶ ἀναχωρεῖ, ἐπιτιθέντος αὐτῷ τὸν στέφανον τοῦ ἐπισκόπου, κατὰ τὸ ἔθος τῶν προκέσσων τῆς ἐκκλησίας ῥογεύει τοῖς κληρικοῖς, καὶ ἔρχεται ἐπὶ τὸ παλάτιον, καὶ ἀπαντῶσιν αὐτῷ πάντες οἱ συγκλητικοὶ ἔσω τῆς ῥηγίας· ἀπαντῶσι δὲ αὐτῷ καὶ οἱ κόμητες τῶν σχολῶν οἱ φυλάξαντες τὴν πόλιν καὶ τὸ παλάτιον, (δεῖ γάρ τινας αὐτῶν ἀπομεῖναι καὶ φυλάξαι τὸ παλάτιον μέχρι οὗ ὑποστρέψῃ ὁ γενόμενος βασιλεὺς,) προσκυνοῦσιν αὐτὸν, ἐὰν μὴ εἴη κυριακὴ, καὶ φιλοῦσιν τοὺς πόδας, καὶ δέχεται αὐτοὺς ἀπὸ στόματος· καὶ μετὰ ταῦτα προσφέρουσιν αὐτῷ οἱ συγκλητικοὶ ἅμα τῷ ἐπάρχῳ τῆς πόλεως πιττάκιον τρισχιλίων