De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἀλήθεια τὸ μὴ οὕτως ἔχον ὡς ὀνομάζεται παρά γε ταῖς θεοπνεύστοις Γραφαῖς; Τί δὲ δὴ ὅλως καὶ τὸ μὴ εἶναί φασιν ἀπὸ τοῦδε τοῦ κόσμου τὸν Υἱόν; {Β.} Ἐγὼ φράσω. Ὁμοούσιον μὲν γὰρ οὐκ εἶναί φασι τῷ Θεῷ καὶ Πατρί, τῆς γε μὴν ἀρρήτου φύσεως οὐκ οἶδ' ὅπως ὑποβιβάζοντες, τετηρήκασί τι τὸ ἐξαίρετον αὐτῷ παρὰ τὴν κτίσιν. Οὐ γὰρ εἶναι λέγουσιν ὁμοφυᾶ τοῖς πεποιημένοις, μέσην δὲ ὥσπερ τινὰ χώραν ἐπέχειν, ἤτοι φύσεως ἐκβεβηκέναι λόγον, οὔτε προσεχῶς εἰσάπαν καὶ οὐσιωδῶς συνείροντα τῷ γεγεννηκότι, οὔτε μὴν ὁλοτρό πως ἱέντα πρὸς τὸ κάτω, τουτέστιν ἐν κτίσμασιν. {Α.} Οὐκοῦν εἴπερ ἕλοιντο σαφῶς καὶ ἀναφανδὸν εἰπεῖν τὴν τοῦ Υἱοῦ φύσιν, ἀπερυθριάσαντες, οἶμαί που, φαῖεν ἂν ὡς οὔτε Θεός ἐστι κατὰ φύσιν, οὔτε μὴν γενητός. Εἰ γὰρ ἐξοίχοιτο μὲν τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, ἀμείνων δὲ αὖ ἢ κατὰ τὴν τῶν γενητῶν ἐστι φύσιν, ἀπώλισθε μὲν ἀραρότως τοῦ κατ' ἀλήθειαν εἶναι Θεόν, διαφεύξεται δὲ οὐκ οἶδ' ὅπως τὸ ἐναριθμεῖσθαι κτίσμασιν. {Β.} Συνίης εὖ μάλα. Καὶ δὴ καί φασιν ἐπαγωνιζόμενοι τῷ λόγῳ, "μεσίτην" αὐτὸν ὠνομάσθαι "Θεοῦ καὶ ἀνθρώ πων" οὐχ ἑτέρου του χάριν ἢ ὥσπερ ἐγᾦμαι τουτουΐ. {Α.} Εἶτα τί τῶν τοιούτων ἀποπληκτότερον; "Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι," κατὰ τὸ γεγραμμένον. Πῶς γὰρ οὐχ ἁπάσης εἶεν ἂν ὡς ἀπωτάτω σοφῆς καὶ ἀδιαβλήτου φρενός, ψυχροῖς ἐννοιῶν εὑρήμασι καταθλεῖν δύνασθαι τῶν τῆς ἀληθείας δογμάτων ὑποτοπήσαντες; Ὁ μὲν γὰρ ἱερός τε ἡμῖν ἀληθῶς καὶ σοφώτατος Παῦλος, μᾶλλον δὲ σύμπας ὁ τῶν ἁγίων χορός, διττὸν οἱονεί πως ἡμῖν τὸν ἐφ' Υἱῷ λόγον ἐγνώκασί τε καὶ εἰσκομίζουσι, μετὰ τὸ ἑνωθῆναι σαρκί, 397 τουτέστι καθ' ἡμᾶς γενέσθαι καθ' ὁλόκληρον ὁμοίωσιν, δίχα μόνης ἁμαρτίας. Τοιγάρτοι, ποικίλην ἡμῖν ἐξυφαί νοντες τὴν μυσταγωγίαν, ποτὲ μὲν ἔτι γυμνὸν καὶ τῶν τῆς κτίσεως μέτρων ἀφεστηκότα καὶ ἀσύμπλοκον παντελῶς τῇ καθ' ἡμᾶς φύσει παραδεικνύουσι τὸν Μονογενῆ, ποτὲ δὲ αὖ τῇ τοῦ δούλου μορφῇ μονονουχὶ κατεσκιασμένον, πλὴν ἐχόμενόν τε καὶ ἐξημμένον ἀπρὶξ τῶν τῇ ἰδίᾳ φύσει πρεπόντων ἀγαθῶν, καὶ τοῖς τῆς θεότητος ἀξιώμασιν ἀπαραποιήτως κατεστεμμένον. Ἀεὶ γὰρ ὡσαύτως ἔχοντα καὶ τροπῆς ἀποσκίασμα καὶ παραλλαγὴν οὐκ εἰδότα παθεῖν ἀποφαίνει λέγων ὁ πνευματοφόρος· "Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." {Β.} Τί οὖν τοῦτο πρὸς τὰ παρ' ἐκείνων; {Α.} Ὅτι τοῖς ἱεροῖς Γράμμασιν οὐ ῥᾴθυμόν τε καὶ ἀναπεπτωκότα τὸν νοῦν ἐγκαθιέναι δέον, οἱονεί πως ἀθύρουσιν ἔν γε τοῖς οὕτω σεπτοῖς, ἐκτρεπόμενοι μὲν οὐκ οἶδ' ὅπως τὴν εἰς τὸ εὐθύ, διεκπίπτοντες δὲ καὶ κατασειόμενοι πρὸς τὴν ἐφ' ἑκάτερα τρίβον. Τὸ γάρ, οἶμαι, δεῖν ὁδὸν ἰέναι βασιλικήν, οὐχ ἕτερον εἶναί τι φαῖμεν ἂν ἢ τὸ μήτε ἄγαν εἰς δεξιὸν μήτε μὴν εἰς εὐώνυμον ἀποκλίνειν. Θέα γὰρ ὅπως ἀπερινοήτως ἴενται πρὸς τὸ δοκοῦν, οὐκ ἀναμετροῦντες ἢ δοκιμάζοντες τίνα μὲν ἂν ἁρμόσαι τῶν γεγραμμένων γυμνῷ τῷ Λόγῳ, τουτέστι πρὸ τῆς ἐνανθρωπήσεως ὄντι τε καὶ νοουμένῳ· τίνα δὲ αὖ ἤδη τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότι. Εἰ γὰρ οἴονται μηδένα μὲν δεῖν τουτωνὶ ποιεῖσθαι λόγον, ἀτέχνως δὲ οὕτω καὶ ἀπερισκέπτως πᾶν ὁτιοῦν ἐκδέχεσθαι τῶν γεγραμμένων, τί τὸ ἐμποδών, εἰπέ μοι, διδασκόντων αὐτοί, κἂν ἐσθίειν λέγηται, καὶ ὕπνον εἰσδέχεσθαι, καὶ διαστείχειν ἀμογητὶ μὴ δύνασθαι (κεκο πίακε γὰρ ἐκ τῆς ὁδοιπορίας), καὶ τὸ ἔτι τούτων ἐπέκεινα, τὸ ἐκτεθνάναι φημί, καὶ τροφῆς ἐπιδεᾶ, πόνου τε καὶ ἀσθενείας δεκτικόν, καὶ μὴν καὶ θανάτῳ κάτοχον ὁμολογεῖν εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἆρ' οὖν οὐχὶ τῶν τοιούτων ἡμῖν ἀναγκαιοτάτην εἶναι φῂς τὴν διαστολήν, τὸ ἑκάστῳ πρέπον καιρῷ καθηκόντως διανέμουσάν τε καὶ ἀποκρίνουσαν; {Β.} Ἀναγκαιοτάτην· πῶς γὰρ οὔ; {Α.} Ἀναγκαίου τοιγαροῦν καὶ ἀρίστου παντάπασιν ἀπο δεδειγμένου τοῦ διακρίνειν ἕκαστα τῶν περὶ αὐτοῦ κεχρη σμῳδημένων, ἀκούοις ἂν ἤδη τὸ τίς κατὰ φύσιν ἐστίν, ἀναγράφοντος τοῦ Παύλου· "Ὃς ὢν γάρ, φησίν, ἀπαύ γασμα τῆς δόξης τοῦ Πατρὸς καὶ χαρακτὴρ τῆς ὑποστάσεως 398 αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ," ἑτέρωθι