EΠIΣΤOΛAI ∆IAΦOΡOI

 δὲ τὸν Ἰησοῦν οὐκ ἀνθρωπικῶς ἀφορίζομεν· οὐδὲ γὰρ ἄνθρωπος μόνον -οὐδὲ ὑπερούσιος, εἰ ἄνθρωπος μόνον-, ἀλλ' ἄνθρωπος ἀληθῶς ὁ διαφερόντως φιλάνθρωπος,

 Ἐγὼ μὲν οὐκ οἶδα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπών, ἀρκεῖν οἰόμενος ἀγαθοῖς ἀνδράσιν, εἰ τὸ ἀληθὲς αὐτὸ ἐφ' ἑαυτοῦ δυνήσοιντο καὶ γνῶναι καὶ εἰπεῖν, ᾗ

 βευθέντα. Φ»σει δὲ πάντως Ἀπολλοφάνης οὐκ εἶναι ταῦτα ἀληθῆ. Μάλιστα μὲν οὖν τοῦτο ταῖς Περσῶν ἱερατικαῖς ἐμφέρεται φήμαις, καὶ εἰσέτι μάγοι τὰ μνημόσ

 «ἄνδρα κατὰ τὴν καρδίαν μου». Καίτοι καὶ θεσμὸς ἀγαθὸς ἐδεδώρητο καὶ ὑποζυγίων ἐχθροῦ προνοεῖν. Καὶ Ἰὼβ ὡς ἀκακίας ἐχόμενος ἐδικαιοῦτο, καὶ Ἰωσὴφ τοὺς

 γὰρ «ἐφ' ἑαυτὸν» ὁ θεὸς «ἐμερίσθη· πῶς» γὰρ «σταθήσεται ἡ βασιλεία αὐτοῦ » Καὶ εἰ «τοῦ θεοῦ ἐστιν», ὡς τὰ λόγιά φησιν, «ἡ κρίσις», οἱ δὲ ἱερεῖς ἄγγελο

 καὶ βαθύτερα ἐννοεῖν, διανοεῖσθαι δὲ μόνα τὰ κατ' ἀξίαν αὐτῷ προστε ταγμένα. Τί οὖν, φῄς, οὐ χρὴ τοὺς ἱερέας ἀσεβοῦντας ἢ ἄλλο τι τῶν ἀτόπων ἐξελεγχομ

 Aὐτὸς μὲν οὖν ἐπιθυμίᾳ καὶ θυμῷ καὶ λόγῳ τὰ κατ' ἀξίαν ἀφόριζε, σοὶ δὲ οἱ θεῖοι λειτουργοὶ καὶ τούτοις οἱ ἱερεῖς, ἱεράρχαι δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ἱε

 -τοῦτο δὴ τὸ πολλῆς φρίκης ἄξιον-, ὃν ὁ Χριστός, ἀγαθὸς ὤν, ἐπὶ τὰ ὄρη πλανώμενον ἐπιζητεῖ καὶ ἀποφεύγοντα προσκαλεῖται καὶ εὑρεθέντα μόλις ἐπὶ τῶν ὤμ

 ἑστηκέναι τοῦ χάσματος ὑποτρόμους, ἐλεεινούς, ὅσον οὔπω καταφερο μένους ὑπὸ τῆς τῶν οἰκείων ποδῶν ἀστασίας. Κάτωθεν δὲ ἀπὸ τοῦ χάσματος ὄφεις ἀνέρπειν

 διαπλαττούσης καὶ δένδρα τινὰ καὶ βλαστοὺς καὶ ἄνθη καὶ ·ίζας προ βαλλομένης ἢ πηγὰς ὑδάτων ἀναβλυζούσας ἢ ἀπαυγασμάτων προαγω γικὰς φωτογονίας ἢ ἄλλα

 τῶν τυπωτικῶν συμβόλων ἀναπλασμοῖς, ὡς συγγενῆ τὰ τοιαῦτα πέφυκε παραπετάσματα καὶ δηλοῦσιν, ὅσοι καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας σαφοῦς ἀκηκοότες ἐ

 καὶ ἐν αὐτῷ καὶ τὰς στερεὰς τροφὰς καὶ τὰ πόματα καὶ τὸν κρατῆρα προτιθεμένη, ὡς εἶναι τοῖς τὰ θεῖα θεοπρεπῶς συμβάλλουσι δῆλον, ὅτι καὶ πρόνοια παντε

 ἀγαθῶν ἀποπεπλησμένα. Καὶ τὴν ἀνάκλισιν ἀνάπαυλαν οἰόμεθα τῶν πολλῶν πόνων καὶ ζωὴν ἀπήμονα καὶ πολιτείαν ἔνθεον ἐν φωτὶ καὶ χώρᾳ ζώντων, ἁπάσης εὐπαθ

 ἐφελκύσασθαι καὶ μεταλαβεῖν τοῦ φωτός. Ἡμᾶς δὲ οὐδὲ τοὐναντίον ἀποστερήσει τῆς Ἰωάννου παμφαοῦς ἀκτῖνος, νῦν μὲν ἐντευξομένους τῇ μνήμῃ καὶ ἀνανεώσει

Aὐτὸς μὲν οὖν ἐπιθυμίᾳ καὶ θυμῷ καὶ λόγῳ τὰ κατ' ἀξίαν ἀφόριζε, σοὶ δὲ οἱ θεῖοι λειτουργοὶ καὶ τούτοις οἱ ἱερεῖς, ἱεράρχαι δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ἱεράρχαις οἱ ἀπόστολοι καὶ οἱ τῶν ἀποστόλων διάδοχοι. Καὶ εἴ πού τις καὶ ἐν ἐκείνοις τοῦ προσήκοντος ἀποσφαλείη, παρὰ τῶν ὁμο ταγῶν ἁγίων ἐπανορθωθήσεται, καὶ οὐ περιστραφήσεται τάξις ἐπὶ τάξιν, ἀλλ' ἕκαστος ἐν τῇ τάξει αὐτοῦ καὶ ἐν τῇ λειτουργίᾳ αὐτοῦ ἔσται. Τοσαῦτά σοι παρ' ἡμῶν ὑπὲρ τοῦ εἰδέναι καὶ δρᾶν τὰ ἑαυτοῦ. Περὶ δὲ τῆς εἰς τὸν ἄνδρα τόν, ὡς φῄς, ἀσεβῆ καὶ ἀλιτήριον ἀπανθρωπίας, οὐκ οἶδ' ὅπως κλαύσομαι τὸ σύντριμμα τοῦ ἀγαπητοῦ μου. Τίνος γὰρ οἴει θεραπευτὴς ὑφ' ἡμῶν ταχθῆναι; Καὶ γάρ, εἰ μὴ τοῦ ἀγαθοῦ, πάντως που καὶ ἡμῶν ἀνάγκη σε εἶναι καὶ τῆς καθ' ἡμᾶς θεραπείας ὅλης ἀλ λότριον· καὶ ὥρα σοι καὶ θεὸν ζητῆσαι καὶ ἱερέας ἑτέρους καὶ παρ' ἐκείνοις θηριωθῆναι μᾶλλον ἢ τελεσθῆναι καὶ εἶναι τῆς φίλης ἀπανθρωπίας ἀμεί λικτον ὑπερέτην. Ἀρα γὰρ ἡμεῖς αὐτοὶ πρὸς τὸ πάντη ἅγιον ἀποτετε λέσμεθα καὶ οὐ δεόμεθα τῆς θείας ἐφ' ἑαυτοῖς φιλανθρωπίας; Ἢ τὴν διπλῆν ἁμαρτίαν, ὡς τὰ λόγιά φησι, κατὰ τοὺς ἀσεβεῖς ἁμαρτάνομεν οὐκ εἰδότες, ἐν τίνι προσκόπτομεν, ἀλλὰ καὶ δικαιοῦντες ἑαυτοὺς καὶ οἰόμενοι βλέπειν, ἀληθῶς δὲ οὐ βλέποντες; «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ» καὶ ἔφριξα ἐγὼ καὶ διαπιστῶ ἐμαυτῷ. Καὶ εἰ μὴ τοῖς σοῖς ἐνέτυχον-ὡς οὐκ ὤφελον εὖ ἴσθι-γράμμασιν, οὐκ ἂν ἔπεισαν, εἴπερ ἄλλοι μέ τινες περί σου πείθειν ἠξίουν, ὅτι ∆ημόφιλος οἴεται τὸν ἀγαθὸν ἐπὶ πάντα θεὸν οὐκ εἶναι καὶ φιλάνθρωπον οὔτε ἑαυτὸν δεῖσθαι τοῦ ἐλεοῦντος ἢ σῴζοντος, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἀποχειροτονεῖ τοὺς ἠξιωμένους ἀγαθότητι φέρειν τὰ ἀγνοήματα τοῦ λαοῦ καὶ εὖ εἰδότας, ὅτι καὶ αὐτοὶ περίκεινται ἀσθένειαν. Ἀλλ' ὁ θεαρχικὸς ἱεροτελεστὴς ἑτέραν πεπόρευται· καὶ ταῦτα τῶν ἁμαρτωλῶν, ὡς τὰ ἱερὰ λόγιά φησιν, ἀφωρισμένος καὶ τῆς εἰς ἑαυτὸν ἀγάπης ἀπόδειξιν ποιεῖται τὴν τῶν προβάτων ἐπιεικεστάτην ποιμαν τικήν. Καὶ πονηρὸν μὲν ἀποκαλεῖ τὸν μὴ ἀφέντα τῷ συνοικέτῃ τὴν ὀφειλὴν μήτε μερικῶς μεταδόντα τῆς δωρηθείσης αὐτῷ παμπόλλης ἀγα θότητος, δικαιοῖ δὲ τῶν οἰκείων ἀπολαύειν· ὅπερ ἀναγκαῖον εὐλαβηθῆναι καὶ ἐμὲ καὶ ∆ημόφιλον. Καὶ γὰρ καὶ τοῖς εἰς αὐτὸν ἀσεβοῦσιν ἐν αὐτῷ τῷ πάσχειν ἄφεσιν προάγει παρὰ τοῦ πατρός, ἐπιτιμᾷ δὲ καὶ τοῖς μαθηταῖς, ὅτι καὶ ἀσεβείας ἀνηλεῶς ἠξίωσαν κρῖναι τοὺς ἐκδεδιωκότας αὐτὸν Σαμαρείτας. Τοῦτο δὴ τὸ μυριόλεκτόν σου τῆς θρασείας ἐπιστολῆς-ἄνω γὰρ καὶ κάτω θρυλεῖς-, ὡς οὐχ ἑαυτόν, ἀλλὰ τὸν θεὸν ἐξεδίκησας· διὰ κακίας, εἰπέ μοι, τὸν ἀγαθόν; Ἄπαγε· οὐκ «ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν», ἀλλὰ καὶ «ἄκακός» ἐστι καὶ «ἐλεήμων». «Oὐκ ἐρίσει οὐδὲ κραυγάσει», καὶ αὐτὸς «πραῢς» καὶ «αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν». Ὥστε οὐκ ἀποδεξόμεθά σου τὰς ἀζηλώτους ὁρμάς, οὐδ' εἰ μυριάκις ἐπαναλάβοις τὸν Φινεὲς καὶ τὸν Ἡλίαν. Ταῦτα γὰρ ἀκούοντα τὸν Ἰησοῦν οὐκ ἤρεσκον οἱ τοῦ πραέος τότε καὶ ἀγαθοῦ πνεύματος ἀμέτοχοι μαθηταί. Καὶ γὰρ καὶ ὁ θειότατος ἡμῶν ἱεροθέτης «ἐν πραότητι» διδάσκει «τοὺς ἀντιδιατιθεμένους» τῇ διδασκαλίᾳ τοῦ θεοῦ. ∆ιδάσκεσθαι γάρ, οὐ τιμωρεῖσθαι χρὴ τοὺς ἀγνοοῦντας, ὥσπερ καὶ τυφλοὺς οὐ κολάζομεν, ἀλλὰ χειραγωγοῦμεν. Σὺ δὲ καὶ ἀνανεύειν ἐπὶ τὸ φῶς ἀρχομένῳ τἀνδρὶ κατὰ τῆς κόῤῥης διδοὺς ἀντώθεις καὶ μετὰ πολλῆς αἰδοῦς προσιόντα θρασέως ἀπελάκτιζες