8
ὅσον δ' ἐκείνοις ἐνευθηνεῖσθαι ξυνέβαινε τοῖς κατὰ τὸν βίον, παρὰ τοσοῦτον καὶ πρὸς τοὺς ἐναντίους ἐθάρρουν, καὶ πολλοῖς τοῖς ἐκεῖθεν ἐτρύφων, νυκτιλοχοῦντες καὶ ὁσημέραι τὴν τῶν ἐναντίων περικόπτοντες καὶ τὰ πολλὰ ληϊζόμενοι· ἐξ ὧν συνέβαινεν αὐτοῖς μὲν ὁμόσε τοῖς ἀντιπάλοις χωροῦσι προβεβλῆσθαι τῶν ἐνδοτέρω, τοὺς δ' ἐξαρτωμένους τὰς ἐλπίδας ἐκείνων ἐπὶ τῆς οἰκείας διατρίβειν ἀνέδην καὶ ταῖς οἰκείαις προσανέχειν φροντίσι, τοὺς μέντοι ἐπὶ τῶν ἀρχῶν τῆς στρατηγίας ὄντας, τῶν ὄπισθεν ἀσφαλῶς ὡς οἷόν τ' ἔχοντας, τὴν μάχην ἑτέρωσε τρέπειν καὶ μὴ οὖσαν ταῖς ἐπιθέσεσιν ἐρεθίζειν καὶ φθάνειν κακῶς διατεθέντας ἑτέρους πρότερον ἢ ἀναμένειν πάσχειν ἑτέρωθεν τὰ δεινά. Τὸ δὲ σύμπαν ἦν κατορθούμενον, τῶν ἀκρῶν καλῶς ἐχουσῶν καὶ μηδ' ἂν εἴ τι καὶ γένοιτο, τῶν ἐκεῖ καθυπειξόντων ἀνδρῶν, εἴ πῃ καὶ ἀντιτείνειν τολμῷεν οἱ ἀντικεί μενοι, καὶ ταῦτα καὶ τῆς ἀρχῆς ἐγγύθεν οὔσης, ἀνθεξούσης ἑτοίμου πρὸς ἅπαν τὸ ἀντιστησόμενον. Καὶ τὰ μὲν πρότερα τοιαῦτα καὶ οὕτως ἔχοντα, μὴ μόνον αἷς ἐρρέθη ἀτελείαις τε καὶ προνοίαις, ἀλλά γε καὶ καθημεριναῖς φιλοτησίαις βασιλικαῖς τῶν τὰς ἄκρας οἰκούντων βρενθυομένων καὶ οὐδὲν ὅ τι μὴ πλούτου σημεῖον ἐχόντων, κἀντεῦθεν καὶ ἀρρᾳθυμότερον μὲν φυλασσόντων, θαρραλεώτερον δ' εἰσβαλλόντων καὶ ἀντισχόντων τοῖς, εἴ πῃ ἰσχύσαιεν, κακοποιοῦσι τὰ ἡμέτερα.
εʹ. Ὅπως, ἁλούσης πάλαι τῆς πόλεως παρ' Ἰταλῶν, ἐξησθένησε τὰ κατὰ τὴν ἀνατολὴν καὶ περὶ τοῦ Χαδηνοῦ. Ἐξ ὅτου δ' ἡ Κωνσταντίνου Ῥωμαίοις ἑάλω καὶ ἦν ἐπαναστρέφειν ἀνάγκη τῇ πατρίδι τὰ τέκνα, καὶ πρότερον τῶν ἄλλων οἷς ἦν τὸ κρατεῖν, ξυνέβαινε μὲν ἔνθεν ἐξασθενεῖν ἐκείνους τῇ διαστάσει τῶν βασιλέων, ἔδει δ' ἐκείνοις πάντως προνοίας, καὶ μᾶλλον ἐφ' ᾧ καὶ καθ' ἑαυτοὺς οὐδὲν ἧττον θαρροῖεν, εἰ μηδ' ἄλλοθεν, ἀλλ' οὖν νεῦρα πολέμου τὸν σφῶν πλοῦτον ἔχουσιν. Ἀλλὰ χρόνῳ ὕστερον, τῆς βασιλείας μεταπεσούσης, Χαδηνός τις, ᾧ δὴ καὶ τὸ τῆς ἐπαρχίας ἀξίωμα ἐσαῦθις ἐπέθηκεν ὁ κρατῶν, τὰ πολλὰ παρ' ἐκείνῳ δυνάμενος ἐξ αἰτιῶν ὅσον οὐκέτι ῥηθησομένων ἐκεῖθεν γὰρ καὶ ὁ παρὼν λόγος εἰς κατάστασιν τὴν πρέπουσαν ἀναχθή σεται, ἐκεῖνος τοίνυν, συμφέρον δοκεῖν ἐθέλων συμβουλεύειν τῷ βασιλεῖ 33 ὁ Παλαιολόγος δ' οὗτος ἦν Μιχαήλ, βουλὴν εἰσάγει τήνδε καὶ λίαν ἐπισφαλῆ, ὡς τὸ πρᾶγμα ἔδειξεν ὕστερον. Καὶ δεχθεὶς ὡς δῆθεν συμφερόντως λέγων, πέμπεται καταπρᾶξαι ἃ φθάσας βεβούλευται. Καὶ δὴ ἐπιστὰς ταχέως τοῖς τόποιςοὐ γὰρ ἦν πρὸς τὰ ἐπεσταλμένα βραδύνειν ὅλως αὐτὸν καταρξάμενον, ἄνδρας βαθυπλούτους εὑρὼν καὶ κτήμασι καὶ θρέμμασι βρίθοντας, στρατεύει τούτους ἐκ τῶν σφετέρων ἐκείνων καὶ οἷς ὁ ἑκάστου βίος συνεκεκρότητο καί, εἰς τεσσαράκοντα νομίσματα τῷ ἑνὶ συμποσώσας, καὶ τούτων τὸ πλεῖστον ἐκ τῶν αὐτοῦ, τὸ λοιπὸν τοῦ τεθέντος τέλους, οὐκ ὀλίγον ὄν, τῷ βασιλικῷ ταμιείῳ εἰσκομίζεσθαι ἔταξεν. Ὃ καὶ πραχθὲν πρώτως, παθόντων τῶν ἀνδρῶν ἃ οὐκ ἤλπισαν πώποτε, ἐπέκλασέ τε τὴν προθυμίαν βουλομένοις καὶ καθυφείκεσαν τῆς δυνάμεως.
ʹ. Ὅπως οἱ Πέρσαι κατέσχον τὰ τῆς Ῥωμαΐδος ὄρη. Ἐντεῦθεν καὶ τοῖς τῶν Περσῶν μαχίμοις καὶ οἷς ἐν μαχαίρᾳ τὸ ζῆν, τῶν ἄλλων ὑποκλιθέντων τοῖς Τοχάροις, ἄρτι κατασχοῦσι τὴν τῆς Περσίδος ἀρχήν, συμφέρον ἐδόκει ἀφηνιάζουσι καταφεύγειν πρὸς τὰ τῶν ὀρῶν ὀχυρώτερα καί, τὰ πλησίον κατατρέχοντας, νόμῳ λῃστῶν ἀποζῆν. Ὃ καὶ γεγονός, συνέστησαν καθ' αὑτοὺς πλεῖστοι καὶ συχνάκις ἰσχυροὶ ἐπετίθεντο ἀσθενέσι γενομένοις τοῖς ἡμετέροις καί, περιόντες κατ' ὀλίγον ἀδυνα τούντων, ὑπείκειν ἐποίουν. Καὶ τάχα ἂν ἐσχωροῦντες ὁσημέραι τοῖς ἐναντίοις τῶν θριγκῶν παρεχώρησαν, εἰ μή γε ταχθείσαις ῥόγαιςτὰ γὰρ σφέτερα οὐκ εἶχον κατέχεινμόγις ὑπεῖκον προσοικοῦντες ἀντέχειν. Καὶ ἀντεῖχον τέως, τὰ πλεῖστα μὲν καὶ ἐξ ἑαυτῶν, ἦν δ' οὗ καὶ πολλῶν ἐπεισφρούντων τῶν ἐναντίων, δῆλα τιθέντες τῷ ἡμετέρῳ στρατεύματι καὶ ἄπρακτον πολλάκις τὴν ἐκείνων ἐπισύστασιν καθιστῶντες. Καὶ ταῦτ' ἦσαν, ἕως ἐδίδοντο ῥόγαι καιροῖς ὡρισμένοις κατὰ τὸ