Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
καὶ Ἀλλαγῆς, νόσος ἐνσκήπτει δεινὴ περὶ τὴν καρδίαν, θάνατον σύντομον ἀπαγγέλουσα. Καὶ ἐν τῷ τόπῳ ἐκείνῳ διὰ ἡμερῶν δύο τὸ ζῆν ἐξεμέτρησεν, ἐπὶ ἔτους #22ψαʹ, ἰνδικτιῶνος ιδ-ης, ἐτῶν ὑπάρχων ἑξήκοντα καὶ ὀκτώ, ἐξ ὦν βασίλευσεν ἔτη τριάκοντα πέντε. Ὁ δὲ υἱὸς καὶ βασιλεὺς Ἀνδρόνικος τηνικαῦτα παρών, τῆς νενομισμένης τοῖς βασιλεῦσι ταφῆς τὸν πατέρα οὐκ ἠξίωσεν, ἀλλ' οὐδ' ὁποία δημόταις καὶ ἀπόροις ἐφεῖται. Μόνον δὲ κελεύσας νυκτός τινας ὀλί γους ἄνδρας πόῤῥω τοῦ στρατοπέδου τὸ πτῶμα ἀγαγεῖν, πλείστην ἐπεσώρευσαν γῆν, ἵνα μὴ θηρίων στόμασι τὸ βασιλικὸν σῶμα διαμερισθῇ· τὸ δὲ αἴτιον ἡ τοῦ ὀρθοῦ τῆς ἐκκλησίας δόγματος παρατροπή, ᾗ ζῶν μὲν ἐκεῖνος, ὡς εἰρήκαμεν, ἐχρήσατο.
Βασιλεία Ἀνδρονίκου τοῦ Παλαιολόγου τοῦ πρώτου IV. Ἐπειδὴ λοιπὸν πρὸς τὸν υἱὸν Ἀνδρόνικον ἡ τοῦ κράτους καὶ τῶν βασι-
λικῶν σκήπτρων μετέβη διαδοχή, εἰς ταραχὴν οὐκ ὀλίγην ἦλθον τὰ πράγματα. Ἵνα μήτε νεωτέρισις γένηται, ἤτοι ἀπόστασις, ἢ ἀφηνιασμός, αὐτὸς δὲ συνετὸς ὢν καὶ 170 τὰ ἐρχόμενα, ἤτοι μέλλοντα, πάντα σάλον καὶ σκάνδαλον φρονίμως ἐκυβέρνησε καὶ τὰ ὅσα ἀρεστὰ τοῖς ἐπηκόοις ἐποίησε. Καὶ πρῶτον μὲν τὴν τῆς ἐκκλησίας κατάστασιν καὶ διόρθωσιν ἐπρομηθεύσατο καὶ ἐποίησε· ζῶντος γὰρ τοῦ πατρός, ὡς ἔφημεν, ἔκρυ βε. Καὶ θεσπίσματα βασιλικὰ καὶ δόγματα διεπέμποντο, τὴν τῆς ἐκκλησίας διόρθωσιν εὐαγγελιζόμενα καὶ ἅμα τοὺς διὰ τὸν τῆς ἐκκλησίας ζῆλον ὑπερορίους κατάγοντα. Καὶ τὸν πατριάρχην Βέκκον εὐθὺς ἐκ τοῦ θρόνου καταβιβάσαντες, ὡς τὰ Λατίνων φρο νοῦντα, διαδέχεται δὲ τὸν πατριαρχικὸν θρόνον μοναχός τις Ἀθανάσιος τοὔνομα, παι διόθεν τοῖς ἀσκητικοῖς γεγυμνασμένος πόνοις, διατρίβων δὲ ἐν τοῖς τοὺ Γάνου ὄρε σιν, 20ὁρμώμενος ἐκ Πελοποννήσου ἐκ χώρας λεγομένης Ἀν δρούσης· καὶ διὰ τοῦτο μὲν προστάξει βασιλικῇ καὶ ψήφῳ συνοδικῇ τὴν ἑαυτοῦ πατρίδα Ἀνδροῦσαν ἐπισκοπὴν ἐτίμησε καὶ τῇ μητροπόλει Μονεμβασίας ὑποτάσσεσθαι.20 Μετὰ δὲ τὴν καθαί ρεσιν καὶ ἐξορίαν τοῦ πατριάρχου Βέκκου, πάντας τοὺς ἑτέρους ἀρχιερεῖς τοὺς ὄντας συγκοινωνοὺς τῇ γνώμῃ τοῦ βασιλέως καὶ τοῦ πατριάρχου μετὰ αἰσχύνης πάντας τῆς ἀρχιερωσύνης ἐγύμνωσαν· καὶ ἕτερα σκάνδαλα ἄξια θρήνου ἐν τῇ ἐκκλησίᾳ γεγόνασι παρὰ τῶν τότε ἀρχιερέων. Καὶ τὸ φιλότιμον τοῖς στρατιώταις ἔπειτα μὲν ἀσμένως ἐδωρήσατο· καὶ τὸ ὑπήκοον πᾶν χαρᾶς ἐνεπλήσθησαν. Ἐλθὼν δὲ ἐν τῇ πόλει καὶ εἰς μνήμην ἐληλυθώς, ὧν ὁ πατὴρ ἔπραξε κατὰ τοῦ νέου Ἰωάννου τοῦ Λασκάρεως, καίπερ ἡ τῆς βασιλείας μᾶλλον προσῆκε διαδοχή, καὶ τῆς συνειδήσεως κέντρῳ πληττόμενος, καὶ μείζονα πάντων τῶν ἀρετῶν τὴν διάκρισιν ἔλεγεν· ἦκε παρὰ τὸν τυφλωθέντα δι' αὐτὸν παρὰ τοῦ πατρός, ἔν τινι πολιχνίῳ τῆς Βι θυνίας εὑρισκόμενον, καὶ ἰδὼν αὐτὸν καὶ τὰ ἥκοντα παραμυθούμενος καὶ μεγάλου σχή ματος ταπεινώσεως συγχώρησιν αἰτῶν παρ' αὐτοῦ, οὐκ εἰδὼς ἂ ὁ πατὴρ ἐποίησε· καὶ ἐὰν καὶ ἦν δυνατόν, καὶ ἀρεστὸν ὑπάρχῃ, ἵνα τὴν βασιλείαν πάλιν μερίσωσι καὶ πᾶ σα ἐξουσία εἰς χεῖρας αὐτοῦ ἔσηται. Καὶ τὰ πρὸς τὴν χρείαν ἄφθονα πάντα πλουσίως παρέσχεν αὐτῷ διὰ τοῦ βίου, ὃ δὴ καὶ πεπραχὼς καὶ πράττεσθαι καὶ προστεταχὼς ἀσμένως ποιεῖ πάντοτε. Ἀνεφύησαν δέ τινες διαβολαὶ κατὰ τοῦ Πορφυρογεννήτου, αὐταδέλφου τοῦ βα σιλέως, ὅτι βασιλείας ἔρωτι τρέφεται· καὶ στείλας ἐπιάσεν αὐτὸν καὶ πάντας τοὺς συνομιλοῦντας γνησίους. 20Ἐν οἷς ἦν ὁ προύχων, ὑπῆρχε τὰ μάλιστα καὶ πλούτων καὶ γένους λαμπρότητι καὶ ἐν στρατηγίαις περιβόητος, Μιχαὴλ Στρατηγόπουλος ὁ Μελισσηνός· καὶ ἐν δεσμωτηρίοις καθείρ γνυται καὶ πολλά, ὧν ἐκέκτητο ἀγαθῶν ἐδημοσίευσεν.20 172 Ἐγέννησε δὲ υἱοὺς ὁ βασιλεὺς καὶ αὐτοκράτωρ Ἀνδρόνικος τούσδε· Μιχαὴλ τὸν βασιλέα καὶ Κωνσταντῖνον τὸν δεσπότην ἐκ τῆς τῶν Οὐγγρῶν πρώτης αὐτοῦ συ ζύγου. Ἐκ δὲ τῆς δευτέρας Εἰρήνης τῆς ἀπὸ Λογγοβαρδίας, τῆς ἐπ'