8
αὐτὰ πραττόντων ἢ λεγόντων ἢ τῶν κατάλληλα. 4.17 Λύκος ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων. 4.18 Λύδιον ἅρμα: ἐπὶ τῶν ἐριζόντων ἐν ἀγῶσι καὶ πολὺ ἀπολιμπανομένων· ὁ γὰρ Πέλοψ Λυδὸς ὢν ἐνίκησε τὸν Οἰνόμαον τῷ ἰδίῳ ἅρματι καὶ ἔκτοτε ἡ παροιμία· Παρὰ Λύδιον ἅρμα θέειν. 4.19 Λευκῷ λίθῳ λευκὴ στάθμῃ. 4.20 ***: ἐπὶ τῶν τιθεμένων τὰς ψήφους ἀσαφεῖς καὶ φερούσας ἐπ' ἀμφότερα καὶ ἀσθενεῖς αὐτόθεν. 4.21 Λαγὼς καθεύδει: ἐπὶ τῶν προσποιουμένων, ἤτοι πανουργευομένων. 4.22 Λήμνιον βλέπεις: ἤτοι πυρῶδες· ἐπειδὴ τὸ Λή μνιον πῦρ ἀπὸ τοῦ Ἡφαίστου. 4.23 Λέρνη κακῶν: λίμνη ἦν, εἰς ἣν τὰ καθάρματα Ἕλ ληνες ἔβαλλον. 4.24 Λεπτὴν πλέκει: ἐπὶ τῶν πενιχρῶν. 4.25 Λιβυκὸν θηρίον: ἐπὶ τῶν πολυτρόπων· διὰ τὸ τὴν Λιβύην πολύθηρον εἶναι. 4.26 Λυγκέως ὅμοιος: ἤγουν ὀξυδερκής. 4.27 Λυδὸς ἐν μεσημβρίᾳ: ἐπὶ τῶν ἀκολάστων, ὡς ταύ ταις ταῖς ὥραις ἀκολασταινόντων· οἱ γὰρ Λυδοὶ κωμῳδοῦν ται ταῖς χερσὶν αὑτῶν πληροῦντες τὰ ἀφροδίσια. 4.28 Λήθαργος κύων: ὁ προσσαίνων μὲν, δάκνων δὲ λάθρα. 4.29 Λύκου πτερά: ἐπὶ τῶν ἀδυνάτων. 4.30 Λύχνον ἐν μεσημβρίᾳ ἅπτεις: ἐπὶ τῶν ἐν καιρῷ ἀνεπιτηδείῳ τι ποιούντων.
ΑΡΧΗ ΤΟΥ Μ.
4.31t Μία λόχμη δύο ἐριθάκους οὐ τρέφει: ἐπὶ τῶν ἐκ μικροῦ κερδαίνειν
σπουδαζόντων. ἐρίθακος δέ ἐστιν ὄρ νεον μονῆρες καὶ μονότροπον. 4.32 Μηδικὴ τράπεζα: ἐπὶ τῶν εὐπόρων. 4.33 Μὴ μελαμπύγου τύχῃς: μή τινος ἀνδρείου καὶ ἰσχυροῦ. 4.34 Μὴ πῦρ ἐπὶ πῦρ. 4.35 Μὴ κινεῖν κακὸν εὖ κείμενον. 4.36 Μὴ παιδὶ μάχαιραν: μὴ τοῖς ἀπείροις ἐγχειρεῖν πράγματα, ἵνα μὴ καθ' ἑαυτῶν χρήσωνται. 4.37 Μέλιτος μυελός: ἐπὶ τοῦ ἄγαν ἡδέος. 4.38 Μηδὲ μέλι μηδὲ μελίσσας: ἐπὶ τῶν παραιτουμέ νων ἀγαθόν τι παθεῖν διὰ τὸν κίνδυνον τὸν ἐν αὐτῷ. 4.39 Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης. 4.40 Μυσῶν λεία: οἱ γὰρ περίοικοι τοὺς Μυσοὺς ἐλήϊζον. 4.41 Μὴ κίνει Καμάριναν: λίμνη, ἣν ἀπηγόρευεν ὁ χρησμὸς μετοχετεῦσαι· οἱ δὲ χρησαμένου παρακούσαντες ἐβλάβησαν. 4.42 Μωμήσεται μᾶλλον ἢ μιμήσεται: ἐπὶ τῶν ἀπαι δεύτων. 4.43 Μία χελιδὼν ἔαρ οὐ ποιεῖ οὐδὲ μία μέλισσα μέλι. 4.44 Μασχάλας αἴρειν: ἐπὶ τῶν πολλάκις πινόντων.
ΑΡΧΗ ΤΟΥ Ν.
4.45t Νέμεσις δέ γε παρὰ πόδα βαίνει: παρόσον μέτ εισι ταχέως ἡ δαίμων τοὺς
ἡμαρτηκότας. 4.46 Νῷ πείθου: ὁμοία τῇ· θεῷ ἕπου. 4.47 Νεκρῷ μῦθον εἰς οὖς ἔλεγεν: ἐπὶ τοῦ μὴ ἐπαΐον τος. καὶ ἐπὶ τῶν ἀναισθήτων. 4.48 Νεφέλας ξαίνεις: ἐπὶ τῶν ἀδυνάτων. 4.49 Ναῦς ἱκετεύει πέτραν: ἐπὶ τῶν σφόδρα ἀναισθήτων.
ΑΡΧΗ ΤΟΥ Ξ.
4.50t Ξύλον ἀγκύλον οὐδέποτ' ὀρθόν: ἐπὶ τῶν ἀδιορ θώτων. 4.51 Ξυρὸς εἰς
ἀκόνην. 4.52 Ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται: ἀντὶ τοῦ· θεοῦ βουλομένου καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν.
ΑΡΧΗ ΤΟΥ Ο.