1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

τοσοῦτον βεβάπτισται ὑπὸ συμφορῶν ἡ ψυχή, ὥστε τὰ μὲν ἴδια τῆς ἐμῆς ζωῆς ἀλγεινὰ μηδὲ ἐν κακοῖς εἶναι λογίζεσθαι (τοσαῦτα καὶ τηλικαῦτα ὄντα, ὡς μὴ ἂν ἑτέρῳ τινὶ συμβάντα φορητὰ εἶναι νομισθῆναι), πρὸς μόνα δὲ βλέπειν τὰ κοινὰ τῶν Ἐκκλησιῶν πάθη, 202.3 ὧν εἰ μὴ γένοιτό τις ἐν τῷ παρόντι καιρῷ σπουδὴ πρὸς διόρθωσιν, εἰς παντελῆ ἀνελπιστίαν κατὰ μικρὸν προελεύσεται. 202.4 Οἱ τῆς Ἀρείου ἤτοι Εὐδοξίου αἱρέσεως, οὐκ οἶδα τίνος αὐτοὺς παρακινήσαντος εἰς ἀπόνοιαν, ὥσπερ τινὸς παρρησίας ἐπειλημμένοι, τῇ νόσῳ ἑαυτῶν ἐκπομπεύουσιν, ἐκκλησίας συνάγοντες, ὡς ἐξ ἐπιτροπῆς τοῦτο ποιοῦντες.

202.5 Οἱ δὲ κατὰ Μακεδόνιον ἐρίζοντες εἰς τοσοῦτον προελη λύθασιν ἀπονοίας, ὡς καὶ ὄνομα ἐπισκόπων ἑαυτοῖς ἐπιφη μίζοντες τοῖς καθ' ἡμᾶς τόποις ἐπιπολάζειν, τὸν Ἐλεύσιον ταῖς χειροτονίαις αὐτῶν ἐπιθρυλοῦντες. 202.6 Τὸ δὲ ἐγκόλπιον ἡμῶν κακόν, ὁ Εὐνόμιος, οὐκέτι ἀγαπᾷ τὸ ὁπωσοῦν εἶναι· ἀλλ' εἰ μὴ πάντας τῇ ἑαυτοῦ ἀπωλείᾳ συνεφελκύσαιτο, ζημίαν κρίνει. 202.7 Καὶ ταῦτα μὲν φορητά· τὸ δὲ πάντων χαλεπώτατον ἐν ταῖς ἐκκλησιαστικαῖς συμφοραῖς, ἡ τῶν Ἀπολλιναριστῶν ἐστι παρρησία, οὓς οὐκ οἶδα πῶς παρεῖδέ σου ἡ ὁσιότης πορισαμένους ἑαυτοῖς τοῦ συνάγειν ὁμοτίμως ἡμῖν ἐξουσίαν. 202.8 Πάντως μὲν οὖν διὰ πάντων κατὰ Θεοῦ χάριν τὰ θεῖα πεπαιδευμένος μυστήρια, οὐ μόνον τὴν τοῦ ὀρθοῦ λόγου συνηγορίαν ἐπίστασαι, ἀλλὰ κἀκεῖνα ὅσα παρὰ τῶν αἱρετικῶν κατὰ τῆς ὑγιαινούσης ἐπινενόηται πίστεως· 202.9 πλὴν καὶ παρὰ τῆς βραχύτητος ἡμῶν οὐκ ἄκαιρον ἴσως ἀκοῦσαί σου τὴν σεμνοπρέπειαν ὅτι μοι πτυκτίον γέγονεν ἐν χερσὶ τοῦ Ἀπολλιναρίου, ἐν ᾧ τὰ κατασκευαζόμενα πᾶσαν αἱρετικὴν κακίαν παρέρχεται. 202.10 ∆ιαβεβαιοῦται γὰρ μὴ ἐπίκτητον εἶναι τὴν σάρκα κατ' οἰκονομίαν ὑπὸ τοῦ μονογενοῦς Υἱοῦ προσληφθεῖσαν ἐπὶ μεταστοιχειώσει τῆς φύσεως ἡμῶν, ἀλλ' ἐξ ἀρχῆς ἐν τῷ Υἱῷ τὴν σαρκώδη ἐκείνην φύσιν εἶναι. 202.11 Καὶ κακῶς ἐκλαβὼν εὐαγγελικήν τινα ῥῆσιν εἰς μαρτυρίαν τῆς τοιαύτης ἀτοπίας προβάλλεται λέγων ὅτι «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου», 202.12 ὡς καὶ πρὶν τοῦ κατελθεῖν αὐτὸν υἱὸν ἀνθρώπου εἶναι, καὶ κατελθεῖν ἰδίαν ἐπαγόμενον σάρκα ἐκείνην, ἣν ἐν τοῖς οὐρανοῖς ἔχων ἐτύγχανε, προαιώνιόν τινα καὶ συνουσιωμένην.

202.13 Λέγει γὰρ πάλιν ἀποστολικήν τινα ῥῆσιν, τοῦ ὅλου σώματος τῆς συμφράσεως ἀποκνίσας, ὅτι «ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ». 202.14 Εἶτα κατα σκευάζει τὸν ἄνθρωπον ἐκεῖνον τὸν ἄνωθεν ἥκοντα τὸν νοῦν μὴ ἔχειν, ἀλλὰ τὴν θεότητα τοῦ Μονογενοῦς τὴν τοῦ νοῦ φύσιν ἀναπληρώσασαν, μέρος γενέσθαι τοῦ ἀνθρωπείου συγκράματος τὸ τριτημόριον, ψυχῆς τε καὶ σώματος κατὰ τὸ ἀνθρώπινον περὶ αὐτὸν ὄντων, νοῦ δὲ μὴ ὄντος, ἀλλὰ τὸν ἐκείνου τόπον τοῦ Θεοῦ Λόγου ἀναπληροῦντος. 202.15 Καὶ οὔπω τοῦτο δεινόν· ἀλλὰ τὸ πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ Θεόν, τὸν κριτὴν τῶν πάντων, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν εἶναι κατασκευάζει, 202.16 καὶ τῇ ἰδίᾳ αὐτοῦ θεότητι πάθος δέξασθαι, καὶ ἐν τῇ τριημέρῳ ἐκείνῃ νεκρώσει τοῦ σώματος καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ σώματι, καὶ οὕτω παρὰ τοῦ Πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι. 202.17 Τὰ δ' ἄλλα ὅσα προστίθησι ταῖς τοιαύταις ἀτοπίαις μακρὸν ἂν εἴη διεξιέναι. 202.18 Εἰ τοίνυν οἱ τὰ τοιαῦτα φρονοῦντες ἐν ἐξουσίᾳ τοῦ συνάγειν γίνονται, σκοπείτω σου ἡ ἐν Χριστῷ εὐδόκιμος φρόνησις ὅτι, μὴ συμβαινόντων ἡμῶν οἷς ἐκεῖνοι φρονοῦσι, τὸ λαβεῖν αὐτοὺς ἐξουσίαν συνάξεως οὐδὲν ἕτερόν ἐστιν ἢ ἀληθεστέρους τοῦ καθ' ἡμᾶς δόγματος νομισθῆναι. 202.19 Εἰ γὰρ ὡς εὐσεβοῦντες ἐκεῖνοι διδάσκειν ὡς φρονοῦσι καὶ κηρύττειν ἐν παρρησίᾳ τὸ καθ' ἑαυτοὺς ἐπιτρέπονται, δῆλον ὅτι κατέγνωσται ὁ τῆς Ἐκκλησίας λόγος, ὡς τῆς ἀληθείας παρ' αὐτοῖς οὔσης. 202.20 ∆ύο γὰρ ἐναντίους