1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

ἐπισκοπήσασθαι τὰ τοῦ γεννήτορος ἡμῶν ἰδιώματα, ἵνα πρὸς ὁμοιότητα τοῦ πατρὸς ἑαυτοὺς μορφοῦντες καὶ σχηματίζοντες γνήσιοι φαινώμεθα παῖδες τοῦ πρὸς τὴν εἰσποίησιν ἡμᾶς τὴν κατὰ χάριν καλέσαντος· φαῦλον γὰρ κατηγόρημα ὁ νόθος καὶ ὑποβολιμαῖς καὶ τὴν πατρικὴν εὐγένειαν ἐπὶ τῶν ἔργων ψευδόμενος. διό μοι δοκεῖ καὶ αὐτὸς ὁ κύριος ἐν εὐαγγελίοις τοὺς τοῦ βίου κανόνας διατάττων ἡμῖν ἐκείνοις χρῆσθαι πρὸς τοὺς μαθητευομένους τοῖς λόγοις· Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. υἱοὺς γὰρ τότε γίνεσθαι λέγει, ὅταν τῆς πατρικῆς ἀγαθότητος τὴν ὁμοίωσιν ἐν τῇ πρὸς τοὺς ὁμοφύλους φιλανθρωπίᾳ τοῖς οἰκείοις λογισμοῖς ἐντυπώσωνται. ∆ιὰ τοῦτο καὶ μετὰ τὸ τῆς υἱοθεσίας ἀξίωμα καὶ ὁ διάβολος ἡμῖν ἐπιβουλεύει σφοδρότερον βασκάνῳ θηκόμενος ὀφθαλμῷ, ὅταν βλέπῃ τοῦ νεογενοῦς ἀνθρώπου τὸ κάλλος σπεύδοντος πρὸς τὴν ἐπουράνιον πολιτείαν, ἀφ' ἧς ἐκεῖνος ἐξέπεσε, καὶ πυρώδεις ἡμῶν ἐπεγείρει τοὺς πειρασμοὺς συλῆσαι σπουδάζων καὶ τὴν δευτέραν ἐπικόσμησιν ὡς τὸν κόσμον τὸν 9.240 πρότερον. ἀλλ' ὅταν αἰσθώμεθα τῶν ἐκείνου προσβολῶν προσῆκε τὴν ἀποστολικὴν ῥῆσιν ἑαυτοῖς ἐπιλέγειν· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. εἰ δὲ σύμμορφοι τοῦ θανάτου γεγόναμεν νεκρὰ πάντως λοιπὸν ἐν ἡμῖν ἡ ἁμαρτία τῷ σειρομάστῃ διελαθεῖσα τοῦ βαπτίσματος ὡς ὁ πόρνος ἐκεῖνος παρὰ τοῦ ζηλωτοῦ Φινεές. φεῦγε τοίνυν ἀφ' ἡμῶν δυσώνυμε· νεκρὸν γὰρ θέλεις σαλεύειν τὸν πάλαι σοι συνταξάμενον, τὸν ἀπολέσαντα πάλαι πρὸς τὰς ἡδονὰς τὰς αἰσθήσεις. νεκρὸς σωμάτων οὐκ ἐρᾷ, νεκρὸς οὐχ ἁλίσκεται πλούτῳ, νεκρὸς οὐ συκοφαντεῖ, νεκρὸς οὐ ψεύδεται, οὐχ ἁρπάζει τὰ μὴ προσήκοντα, οὐ λοιδορεῖται τοῖς προστυγχάνουσιν. πρὸς ἄλλην μοι ζωὴν ὁ βίος ἐκανονίσθη· ἐπαιδεύθην τῶν ἐγκοσμίων καταφρονεῖν, τὰ γήινα παρατρέχειν καὶ σπεύδειν πρὸς τὰ οὐράνια, καθὼς καὶ Παῦλος διαρρηδὴν μαρτύρεται, ὅτι κόσμος ἐκείνῳ ἐσταύρωται κἀκεῖνος τῷ κόσμῳ.

Ταῦτα ψυχῆς ἀληθῶς ἀναγεννηθείσης τὰ ῥήματα, αὗται τοῦ νεοτελοῦς ἀνθρώπου φωναὶ τοῦ μεμνημένου τῆς οἰκείας ὁμολογίας, ἣν ἐν τῇ παραδόσει τοῦ μυστηρίου πρὸς θεὸν ἐποιήσατο πάσης καὶ τιμωρίας καὶ ἡδονῆς ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης καταφρονεῖν ὑποσχόμενος. Ταῦτα μὲν οὖν αὐτάρκως πρὸς τὴν ἱερὰν τῆς ἡμέρας ὑπόθεσιν, ἣν ὁ κυκλωθεὶς ἐνιαυτὸς τεταγμέναις πρὸς ἡμᾶς ἤνεγκε περιόδοις, καλὸν δὲ λοιπὸν τῷ φιλανθρώπῳ τῆς τοσαύτης 9.241 δωρεᾶς χορηγῷ προσαναπαῦσαι τὸν λόγον φωνὴν ὀλίγην ὑπὲρ πραγμάτων μεγάλων τὴν ἀμοιβὴν ἀντεισφέροντας· σὺ γὰρ ἀληθῶς ὑπάρχεις δέσποτα καθαρὰ καὶ ἀέναος τῆς ἀγαθωσύνης πηγή, ὃς ἀπεστράφης ἡμᾶς δικαίως καὶ ἠλέησας φιλανθρώπως, ἐμίσησας καὶ διηλλάγης, κατηράσω καὶ εὐλόγησας, ἐξώρισας τοῦ παραδείσου καὶ πάλιν ἀνεκαλέσω, ἐξέδυσας τὰ φύλλα τῆς συκῆς τὴν ἀσχήμονα σκέπην καὶ περιέβαλες ἱμάτιον πολυτίμητον, ἤνοιξας τὸ δεσμωτήριον καὶ ἀφῆκας τοὺς κατακεκριμένους, ἐρράντισας ὕδατι καθαρῷ καὶ τῶν ῥύπων ἐκάθαρας. οὐκέτι καλούμενος παρά σου ὁ Ἀδὰμ αἰσχυνθήσεται οὐδὲ παρὰ τοῦ συνειδότος ἐλεγχόμενος ἐγκαλύψεται ὑπὸ τῇ λόχμῃ τοῦ παραδείσου κρυπτόμενος οὔτε μὴν ἡ φλογίνη ῥομφαία κυκλώσει τὸν παράδεισον ἀπρόσιτον τοῖς ἐγγίζουσι ποιοῦσα τὴν εἴσοδον, πάντα δὲ ἡμῖν τοῖς κληρονόμοις τῆς ἁμαρτίας μετεσκευάσθη πρὸς εὐφροσύνην. καὶ βατὸς μὲν ἀνθρώπῳ παράδεισος καὶ οὐρανὸς αὐτός, συνηρμόσθη δὲ εἰς φιλίαν ἡ κτίσις ἡ ἐγκόσμιός τε καὶ ὑπερκόσμιος πάλαι πρὸς ἑαυτὴν στασιάζουσα καὶ ἄνθρωποι τοῖς ἀγγέλοις ἐγενόμεθα σύμφωνοι τὴν αὐτὴν ἐκείνοις εὐσεβοῦντες θεολογίαν. ∆ιὰ δὴ ταῦτα πάντα τὸν τῆς χαρᾶς ὕμνον ἄσωμεν τῷ θεῷ, ὃν στόμα τῷ πνεύματι κάτοχον πάλαι προφητικῶς ἐξεβόησεν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ μοι, ὡς νυμφίῳ