1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

8

πάντες οἱ λαοὶ, φυλαὶ, καὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσει, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» Καὶ ἀλλαχοῦ ∆αβὶδ, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.»

Ιʹ. Περὶ τῆς δόξης τῆς Ἐκκλησίας.

∆αβὶδ, «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ,

περιβεβλημένη, πεποικιλμένη.»

ΙΑʹ. Περὶ τῆς περιτομῆς. Ἐροῦσι δὲ πάντες οἱ Ἰουδαῖοι, ὅτι Εἰ τὸν αὐτὸν Θεὸν σέβεσθε, τί μὴ

περιτέμνεσθε, ἢ ζῶα προσφέρετε εἰς θυσίαν, ἢ σαββατίζετε, τῶν Γραφῶν περὶ τούτων διαγορευουσῶν; Ἀκούσονται οὖν, ὅτι ἡ περιτομὴ οὐκ ἦν ἐξ ἀρχῆς, ἀλλ' ἐν χρόνῳ ἐγένετο, ὡς καὶ ἐν χρόνῳ παυσομένη· ἔπειτα, ὅτι ὁ Θεὸς δια ταξάμενος τοῖς πατράσι τὴν περιτομὴν, αὐτὸς εἶπεν, «Ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.» Καὶ πάλιν αἰτιώμενος τοὺς Ἰουδαίους λέγει, «Πάντα 46.220 τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, ὁ δὲ λαὸς οὗτος τῇ καρ δίᾳ.» Καὶ πάλιν, «Περιτέμνεσθε τὴν καρδίαν ὑμῶν, καὶ μὴ τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν.» Καὶ πάλιν, «Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις· ἀλλὰ περιτέμνεσθε τὸ σκληρὸν τῆς καρδίας ὑμῶν.» Ἱερεμίας, «Καὶ περιτέμνεσθε τῷ Θεῷ τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν.» Ὅτι δὲ οὐδένα δικαιοῖ ἡ περιτομὴ, δῆλον ἐκ τούτων· Ἀβραὰμ ἀπερίτμητος εὐηρέ στησε τῷ Θεῷ· πρῶτον γὰρ ὤφθη εὐαρεστῶν, καὶ τότε αὐτῷ τὴν περιτομὴν δίδωσι. Καὶ οἱ ἐν τῇ ἐρήμῳ, δὲ γεννηθέντες, ἐν τοῖς τεσσαράκοντα ἔτεσιν ἀπερίτμητοι ἦσαν· καὶ οἱ ἀπὸ Ἀδὰμ ὁμοίως ἕως Ἀβραὰμ εὐηρέστησαν τῷ Θεῷ, πάντες ἀπερίτμητοι ἦσαν· διὰ γὰρ τὸ ἐπιμίγνυσθαι τὸν λαὸν εἰς τὰ ἔθνη, ἐδόθη ἡ περιτομὴ, καὶ ἡ αἰτία δήλη· εἴληφε γὰρ τὴν ἀρχὴν τὰ τῆς περιτομῆς ἐκ τοῦ Ἀβραὰμ, ὃν ἀγαπή σας ὑπὲρ πάντας τοὺς τότε ὁ Θεὸς, ἐξ αὐτοῦ γεννη θήσεσθαι καὶ τὸν Χριστὸν κατὰ σάρκα προέθετο. Ἵνα οὖν ὅπερ ἐβουλήθη, καθαρῶς γενέσθαι δυνηθῇ, καὶ ἀνοθεύτως, τούτου χάριν ἐδέησε περιτομῆς, καὶ τῆς περὶ τὰ λοιπὰ γένη ἀμιξίας, ἵνα ὥσπερ τι διάφραγμα, τῶν λοιπῶν αὐτοὺς ἀνθρώπων χωρίζῃ ὁ νόμος. Ὅθεν καὶ τεχθέντος τοῦ δι' ὃν ταῦτα γέγονε, λοιπὸν ὡς περιττὰ τῷ Θεῷ τὰ παρὰ τὴν ἀρχαίαν ξενίζοντα κατάστασιν ἐκβέβληνται.

ΙΒʹ. Περὶ θυσιῶν.

Ὁμοίως ὁ Θεὸς βοᾷ, λέγων· «Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι περὶ θυσιῶν, καὶ

ὁλοκαυτωμάτων οὐκ ἐν ετειλάμην πρὸς τοὺς πατέρας ὑμῶν, ἀφ' ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης.» Ἡσαΐας, «Μὴ ἐγὼ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐκπορευομένοις ἐκ γῆς Αἰγύ πτου προσενεγκεῖν μοι ὁλοκαυτώματα καὶ θυ σίαν;» Καὶ πάλιν, «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων, καὶ τρά γων οὐ βούλομαι· οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον θυμίαμα βδέλυγμά μοι ἐστί. Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ Σάββατα ὑμῶν, καὶ