5
μετ' ὀλίγα, «Καὶ σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν,» τοῦ χρισθέντος δηλαδή.
Γʹ. Περὶ τῆς γεννήσεως αὐτοῦ τῆς ἐκ Παρθένου.
Ἡσαΐας, «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ
ὄνομα αὐτοῦ Ἐ[μ]μα νουήλ·» ὃ ἑρμηνεύεται, Μεθ' ἡμῶν ὁ Θεός· «Καὶ πρὶν ἐπιγνῶναι πατέρα, ἢ μητέρα, λήψεται δύνα μιν ∆αμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔδεται.» Καὶ Σολομὼν προφητικῶς, «Παῖς ἤμην εὐφυὴς, ψυχῆς τε ἔλαχον ἀγαθῆς· μᾶλλον δὲ ἀγαθὸς ὢν, ἦλθον εἰς σῶμα ἀμίαντον.» (Τίς οὖν πρὸ γεννή σεως ἦν ἀγαθός; καὶ τίς ἦλθεν εἰς σῶμα ἀμίαντον;) Ἡσαΐας, «Καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυ στοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, Θαυμαστὸς, Σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, Ἄρχον εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Καὶ πάλιν, «Ἰδοὺ ἡ δάμαλις τέτοκε, καὶ οὐ τέτοκε.» Τοῦτο δὲ δηλοῖ τὴν Παρθένον. Καὶ πάλιν, «Βούτυρον, καὶ μέλι φάγεται.» Τούτῳ γὰρ ἐτρέφετο κατιούσης τῆς μητρὸς αὐτοῦ ἀπὸ τῆς ἀπογραφῆς· ὕστερον γὰρ εὐπόρησεν γάλακτος. Καὶ πάλιν, «Οὕτως λέγει Κύ ριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων· καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ δια 46.209 βήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σὲ, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ.» Ἰεζεκιὴλ, «Καὶ ἐπέτρεψέ με Κύριος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, καὶ αὕτη ἦν κεκλεισμένη· καὶ εἶπε Κύριος πρὸς μέ· Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται, καὶ ἐξελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη.» Ἡσαΐας, «Ἐκ κοιλίας μητρὸς ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Μάχαιραν ὀξεῖαν.» ∆ανιὴλ, «Ἰδοὺ ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὸν ἀνδριάντα, καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε τὴν οἰκουμένην.» Ὁ οὖν τμηθεὶς λίθος ἄνευ χειρὸς, ἔστιν ὁ γεννηθεὶς ἄνευ σπορᾶς ἀνδρός. Ἡσαΐας πάλιν, «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, οὐδὲ ὁ λαός με συνῆκε.» Καὶ πάλιν, «Λάβε τόμον καινοῦ χάρτου μεγάλου, καὶ γράψον ἐν αὐτῷ γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.»
Τόμον οὖν καινὸν νοοῦμεν τὴν Παρθένον· ὥσπερ γὰρ ὁ χάρτης καινός ἐστι καθαρὸς, ἄγραφος ὢν, οὕτως καὶ ἡ Παρθένος ἁγία ἀμύητος ἀνδρός. Καὶ πάλιν, «Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται.» Οὐδὲν δὲ ἄρσεν διανοίγει μήτραν, ἀλλ' ἡ κοινωνία ἀνδρὸς πρὸς γυναῖκα. Τὸ γοῦν εἰρημένον περὶ τοῦ Κυρίου νοητέον. Συμβαίνει δὲ πολλοὺς τῶν πρωτοτόκων εἶναι ἀσεβεῖς, καὶ ἁμαρτωλούς. Πῶς οὖν οὗτοι ἅγιοι τῷ Κυρίῳ, διὰ τοῦτο καὶ ἄμωμοι; διὰ τί δὲ μὴ καὶ πᾶν θῆλυ; ∆ῆλον οὖν, ὅτι αὐτὸς ἅγιος καὶ ἄμωμος μόνος, ∆αβίδ. «Μήτηρ Σιὼν ἐρεῖ, Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.» ∆ʹ. Περὶ θαυμάτων, ὧν ἔμελλε ποιεῖν ἐνανθρω πίσας ὁ Κύριος. Ἱερεμίας, «Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γέ νους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, 46.212 καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν