8
δεξαμένης, αὐτὸς τὸν ἠδικημένον ἱκέτευσε λῦσαι τῇ πρεσβείᾳ τὴν συμφοράν. Ὁ δὲ οὐκ ἠμέλησεν, ἀλλ' αὐτίκα τὴν ἱκετηρίαν προσήνεγκεν. Εἶτα ὁ φιλάνθρωπος Κύριος ἐδίδαξεν, ὡς οὐ καταδικαστικῶς αὐτὴν, ἀλλὰ πατρικῶς ἐπαίδευσεν· ἔφη γὰρ, Εἰ ὁ πατὴρ αὐτῆς ἐμπαίων ἐνέπαισεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται; ἑπτὰ ἡμέρας ἀφορισθήσεται ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται. 32 Ἐπειδὴ τινὲς οὐκ οἶδ' ὁπόθεν κινηθέντες, δι' ἡμισείας τὸ δημιουργικὸν τοῦ Θεοῦ παραιροῦνται, μόνου τοῦ ποιοῦ τοῦ περὶ ὕλην αἴτιον αὐτὸν λέγοντες, ἀγέννητον αὐτὴν τὴν ὕλην εἰπόντες, φέρε πυθώμεθα αὐτῶν, τί ποτε καὶ ... ἀμετάβλητον· ἀμετάβλητος ἄρα ἡ ὕλη· εἰ ἀμετάβλητος ἡ ὕλη, τὸ δὲ ἀμετάβλητον οὐ τρέπεται κατὰ ποιότητα, οὐ κοσμοποιεῖται. ∆ι' οὗ παρέλκον αὐτοῖς φαίνεται, τὸν Θεὸν ἐπιβάλλειν ποιότητας τῇ ὕλη, ὅλως τῆς ὕλης οὐκ ἐπιδεχομένης τροπὴν, ἀγεννήτου κατ' αὐτὴν τυγχανούσης. Ἔτι εἰ ἀγέννητος ἡ ὕλη, πάντως κατὰ τινὰ ποιότητα πεποίηται, καὶ ταύτην ἄτρεπτον, οὐκ ἂν εἴη πλειόνων ποιοτήτων δεκτική· οὐδ' ἂν κοσμοποιοῖτο· μὴ κοσμοποιουμένη δὲ, ἐκτὸς ποιεῖ τὸν Θεὸν δι' ὅλων τοῦ δημιουργεῖν. 33 Καὶ ἐβαπτίσατό, φησιν, ἐν τῷ Ἰορδάνῃ ἑπτάκις. Οὐ μάτην πάλαι Ναιμὰν λεπρὸς ὢν βαπτισθεὶς ἐκαθαίρετο, ἀλλ' εἰς ἔνδειξιν ἡμετέραν· οἳ λεπροὶ ὄντες ἐν ταῖς ἁμαρτίαις διὰ τοῦ ἁγίου ὕδατος καὶ τῆς τοῦ Κυρίου ἐπικλήσεως καθαριζόμεθα τῶν παλαιῶν παραπτωμάτων, ὡς παιδία νεόγονα πνευματικῶς ἀναγεννώμενοι, καθὼς καὶ ὁ Κύριος ἔφη· ἐὰν μή τις ἀναγεννηθῇ δι' ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 34 Εἰ τὸ Ἐλισσαίου σῶμα νεκρωθὲν νεκρὸν ἤγειρε, πόσῳ μᾶλλον ὁ Θεὸς ὁ τὰ νεκρὰ σώματα τῶν ἀνθρώπων ζωοποιήσας ἄξει ἐπὶ τὴν κρίσιν; 35 Ἔστι μὲν οὖν ἡ γνῶσις ἡ ἀληθινὴ ἡ κατὰ Χριστὸν σύνεσις, ἣν ὁ Παῦλος καλεῖ τὴν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται, ὁ λόγος τοῦ σταυροῦ, οὗ ἐάνπερ τις γεύσηται, οὐ μὴ ἂν προσελεύσεται ταῖς παραδιατριβαῖς καὶ λογομαχίαις τῶν τετυφωμένων καὶ φυσιουμένων, τῶν ἃ μὴ ἑωράκασιν ἐμβατευόντων. Ἀσχημάτιστος γὰρ ἡ ἀλήθεια καὶ ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, ὡς ὁ αὐτὸς ἀπόστολος λέγει, εὐμ... τοῖς πειθομένοις. Ὁμοίους γὰρ Χριστῷ ἡμᾶς ποιεῖ, εἰ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν αὐτοῦ παθημάτων γνῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἐπιλογὴ τῆς ἀποστολικῆς διδασκαλίας καὶ τῆς ἁγιωτάτης πίστεως τῆς ἡμῖν παραδοθείσης, ἣν οἱ ἰδιῶται δέχονται καὶ οἱ ὀλιγομαθεῖς ἐδίδαξαν, οἱ ταῖς γενεαλογίαις ταῖς ἀπεράντοις οὐ προσέχοντες, ἀλλὰ μᾶλλον περὶ τὴν τοῦ βίου ἐπανόρθωσιν σπουδάζοντες, ἵνα μὴ τοῦ θείου πνεύματος ἀποστερηθέντες ἀποτύχωσι τῆς βασιλείας τῶν οὐρανῶν. Τὸ γὰρ πρῶτον μέν ἐστι τὸ ἀπαρνῆσαι σεαυτὸν καὶ τὸ ἀκολουθῆσαι τῷ Χριστῷ, καὶ οἱ ταῦτα ποιοῦντες εἰς τελειότητα φέρονται, πᾶν τὸ θέλημα τοῦ διδασκάλου πεπληρωκότες, υἱοὶ Θεοῦ διὰ τῆς παλιγγενεσίας τῆς πνευματικῆς γινόμενοι καὶ τῆς βασιλείας τῶν οὐρανῶν κληρονόμοι, ἣν πρῶτον ζητοῦντες οὐκ ἀφεθήσονται. 36 Οἱ ταῖς δευτέραις τῶν ἀποστόλων διατάξεσι παρηκολουθηκότες ἴσασι, τὸν Κύριον νέαν προσφορὰν ἐν τῇ καινῇ διαθήκῃ καθεστηκέναι, κατὰ τὸ Μαλαχίου τοῦ προφήτου· ∆ιότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· ὥσπερ καὶ ὁ Ἰωάννης ἐν τῇ Ἀποκαλύψει λέγει· Τὰ θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων· καὶ ὁ Παῦλος παρακαλεῖ ἡμᾶς παραστῆσαι τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ἡμῶν. Καὶ πάλιν· ἀναφέρωμεν θυσίαν αἰέσεως τουτέστι καρπὸν χειλέων. Αὗται μὲν αἱ προσφοραὶ οὐ κατὰ τὸν νόμον εἰσὶν, οὗ τὸ χειρόγραφον ἐξαλείψας ὁ Κύριος ἐκ τοῦ μέσου ᾖρεν, ἀλλὰ κατὰ πνεῦμα, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν τὸν Θεόν. ∆ιότι καὶ ἡ προσφορὰ τῆς εὐχαριστίας οὐκ ἔστι σαρκικὴ, ἀλλὰ πνευματικὴ καὶ ἐν τούτῳ καθαρά. Προσφέρομεν γὰρ τῷ Θεῷ τὸν ἄρτον καὶ τὸ ποτήριον τῆς εὐλογίας, εὐχαριστοῦντες αὐτῷ ὅτι τῇ γῇ