Καὶ οἱ μὲν εἰσελάσαντες εἰς τὴν ἠγαπημένην πόλιν τοῦ πα τρὸς γέρως ἀϊδίου μεταλήψονται, τοῖς δὲ ἀποβήσεται διὰ τῆς ἐνταῦθα τροφῆς τῆς κατὰ ἀληθείαν ἀπολαύσεως μὴ μεταλαμ βάνειν. Γύναια δὲ τιμητέον, προνοοῦντας μὴ ἄρα σφαλῶμεν. Καὶ προσιτέον αὐταῖς ὑγιῶς καὶ μὴ περιέργως, δεδιότας τῆς μετ' αὐτῶν ἀναστροφῆς τὸ κινδυνῶδες, καὶ προγινώσκοντας τό τε εὐμετάβολον αὐτῶν καὶ τὴν εἰς ὅπερ οἴονται γεγονέναι συνείδησιν. Φυλακτέον δὲ πρὸ πάντων τὰς ἐν παραβύστῳ κωμικὰς αὐτῶν ἐπιτηδεύσεις, αἵτινες κρύφα γινόμεναι κατα γινώσκονται μὲν καὶ ὑπ' αὐτῶν, γίνονται δὲ ἐπὶ τὸ τοὺς πλησίον καταπίνειν. Συμβαίνει γοῦν ἐνίαις κλεπτούσαις ἑαυ τάς, διὰ τὸ μὴ ἐκ προδήλου τολμᾶν καλλωπίζειν τὰς ὄψεις, διὰ τέχνης τοῦτο πράττειν· εἰς ὕδωρ γὰρ ἢ ἔλαιον κατα κύπτουσαι κρίνουσιν ἑαυτάς, εἰ πρὸς τὴν σωφροσύνην δύναιντ' ἂν πολεμεῖν. Ἀλλά τις καὶ ἕτερος τρόπος τῆς τοιαύτης ἐπι βουλῆς ὑπ' αὐτῶν πραγματεύεται· κρύφα γὰρ κεφαλῆς ἐπι ψαύουσαι τῶν πλοκάμων, τοὺς πλησίον ὥσπερ κλέπτουσαι διακοσμεῖν τὰς ἐθείρας περιέργως, καὶ τῶν παρειῶν καὶ τῆς ὑπήνης ἄκροις δακτύλοις ψαύουσιν. Περιβλέπουσι δὲ καὶ ἑαυ τὰς τῆς κεφαλῆς ἀκινητούσης. Ὁμιλητέον οὖν πρὸς τὰς τοιαύτας ·ωμαλεώτερον, τοὺς κεχυμένους κλάδους αὑτῶν ἀποκόπτοντας· ἅμα γὰρ τῷ καταληφθῆναι κατανεύουσιν, καὶ ὁ καρπὸς ὑπὸ τῶν ἀλωπέκων κατεσθίεται τῶν φωλευόντων εἰς τὴν γῆν. ∆ιὰ τοῦτο κατὰ τὸν προφήτην κεντριστέον μὲν τὸν ὄνον, μαστικτέον δὲ τὸν ἵππον, ἵνα διεγείρηται μὲν ὁ νω θής, τύπτηται δὲ ὑπὸ τῶν νουθεσιῶν διὰ τὸ ἀχαλίνωτον ὁ ἀφηνιάζων. Ὥστε κατὰ τὸν Ἱερεμίαν μὴ καταρτίζωμεν ἑαυ τοὺς ἵππους θηλυμανεῖς, μηδὲ πρὸς τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζωμεν. Γυνὴ δ' ἐστὶν ἀδελφὴ μὲν πᾶσα, τοῦ δὲ πλησίον εἴ ρηται γυνή, τοῦτ' ἔστιν Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν (ὅντινα μετὰ τὴν πρὸς θεὸν καὶ πατέρα τῶν ὅλων ἀγάπην, ὅτι πλησίον ἐστὶν αὐτοῦ, τιμητέον καὶ ἀγαπητέον), ὡς Παῦ λος· Ἡρμοσάμην, λέγει, πάντας ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ἔστιν δὲ καὶ ἡ πλησίον γυνὴ σὰρξ ἐν ἡμῖν, ἐφ' ἣν οὐ χρεμετιστέον· χρεμετίζει δὲ καὶ ὁ μηδέπω πεποιηκὼς τὴν ἐπιθυμίαν, ἀναθυμιωμένης αὐτῷ τῆς ὀρέξεως, κἂν μὴ λαμβάνῃ τὸ τέλος. Προσεκτέον δὲ καὶ παιδίοις, ὅτι τῶν τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Νοσούντων δὲ οὐκ ἀμελητέον, οὐδὲ ·ητέον ὅτι ∆ιακονεῖν οὐκ ἔμαθον. Ὁ γὰρ τὴν τρυφερίαν ἢ τὸ ἀσύνηθες προβαλλόμενος ἴστω καὶ αὐτὸς τὰ αὐτὰ πεισόμε νος· καὶ ἐπειδὰν πάσχῃ τι τοιοῦτον, τῆς γνώμης αὑτοῦ τὸ αὐτοκατάκριτον αἰτιάσθω, συμβαινόντων αὐτῷ ταὐτὰ ἅπερ διέθηκε καὶ αὐτός. Oὐδὲ οὖν τοῦ ἀμελοῦς ἀμελητέον. Θεὸς γὰρ ὁ κρίνων ἐστίν. Καὶ ὁ βουλόμενος εὖ πάσχειν θησαυρι ζέτω διὰ τῆς εὐποιίας τὴν εἰς ἑαυτὸν ἀπὸ τοῦ πλησίον εὐερ γεσίαν. Aἰσχύνεσθαι δὲ οὐκ ὀρθῶς ἔχει μή τις ἄρα διὰ τὴν