1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

8

εἰρημένα τοῖς προσέχουσιν, ἐὰν μνημονεύωσι. Μνημονεύωμεν οὖν διαπαντὸς τούτων τῶν ῥημάτων, ἀγαπητοὶ, καὶ τῶν ἁγίων φιλημάτων, καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους. Τοῦτο γὰρ συμπλέκει τὰς διανοίας ἡμῶν, καὶ ποιεῖ σῶμα γενέσθαι ἓν ἅπαντας, ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν οἱ πάντες. Κεράσωμεν οὖν ἑαυτοὺς εἰς σῶμα ἓν, οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες, ἀλλὰ τὰς ψυχὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες· οὕτω δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης. Κἂν γὰρ μυρία ἔχωμεν δικαιώματα, μνησίκακοι δὲ ὦμεν, πάντα εἰκῆ καὶ μάτην, καὶ οὐδὲν ἐξ αὐτῶν εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα. Ταῦτα οὖν συνειδότες, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ καθαίροντες ἑαυτῶν τὸ συνειδὸς, μετὰ πραΰτητος καὶ ἐπιεικείας πάσης προσέλθωμεν τῇ τραπέζῃ τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ πᾶσα δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, κ.τ.λ.

Εἰς τὸ θεῖον καὶ μυστικὸν δεῖπνον τοῦ Σωτῆρος, καὶ περὶ τῆς τοῦ Ἰούδα

προδοσίας, καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν θείων μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ

Πεντάδι.

Ὁμιλία βʹ. αʹ. Ἐβουλόμην, ἀγαπητοὶ, τῆς κατὰ τὸν πατριάρχην πάλιν ὑποθέσεως

ἅψασθαι, καὶ ἐντεῦθεν ὑμῖν τὴν ἑστίασιν παραθεῖναι τὴν πνευματικήν· ἀλλ' ἡ τοῦ προδότου ἀγνωμοσύνη πρὸς τὴν κατ' αὐτὸν ὑπόθεσιν τὴν ἡμετέραν ἕλκει γλῶτταν, καὶ τῆς ἡμέρας ὁ καιρὸς προτρέπεται τῆς τόλμης αὐτοῦ τὴν μανίαν εἰπεῖν. Σήμερον γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρεδόθη ταῖς τῶν Ἰουδαίων χερσὶν ὑπὸ τοῦ οἰκείου μαθητοῦ. Ἀλλὰ σὺ τοῦτο ἀκούων, ἀγαπητὲ, μὴ γένῃ κατηφὴς, μηδὲ στυγνάσῃς ἀκούων, ὅτι παρεδόθη ὁ ∆εσπότης· μᾶλλον δὲ καὶ στέναξον καὶ δάκρυσον, μὴ διὰ τὸν παραδοθέντα Ἰησοῦν, ἀλλὰ διὰ τὸν παραδόντα αὐτὸν Ἰούδαν. Ὁ μὲν γὰρ προδοθεὶς Ἰησοῦςτὴν οἰκουμένην ἔσωσεν, ὁ δὲ προδοὺς Ἰούδας τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε· καὶ ὁ μὲν προδοθεὶς Ἰησοῦς ἐν δεξιᾷ τοῦ Πατρὸς ἐν οὐρανοῖς κάθηται, ὁ δὲ προδοὺς Ἰούδας ἐν ᾅδου νῦν ἐστι, τὴν ἀπαραίτητον καὶ αἰώνιον ἀναμένων κόλασιν. ∆ιὰ τοῦτο στέναξον, διὰ τοῦτο 49.382 δάκρυσον· ἐπεὶ καὶ αὐτὸς ὁ ∆εσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ἰδὼν τὸν Ἰούδαν ἐταράχθη καὶ ἐδάκρυσεν. Ἰδὼν γὰρ αὐτὸν, φησὶν, ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ τίνος ἕνεκεν ἐταράχθη; Ἐννοῶν ὅτι μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ τὰς τοσαύτας παραινέσεις, εἰς οἷον κρημνὸν ἑαυτὸν ὠθῶν οὐκ ᾐσθάνετο. Θεωρῶν τοίνυν ὁ ∆εσπότης τοῦ μαθητοῦ τὴν μανίαν, καὶ ἐπελεῶν αὐτὸν ἐταράχθη καὶ ἐδάκρυσε. Τοῦτο γὰρ ἄνω καὶ κάτω τιθέασιν οἱ εὐαγγελισταὶ, ἵνα πιστώσωνται τῆς οἰκονομίας τὴν ἀλήθειαν. Ἐταράχθη τοίνυν ὁ ∆εσπότης, ἰδὼν τοῦ μαθητοῦ τὴν ὑπερβάλλουσαν ἀγνωμοσύνην, καὶ διδάσκων ἡμᾶς ἐκείνους μάλιστα θρηνεῖν, τοὺς κακῶς ποιοῦντας, οὐ τοὺς κακῶς πάσχοντας· οἱ γὰρ κακῶς καὶ ἀδίκως πάσχοντες, οὗτοι μᾶλλον μακαρισμοῦ ἄξιοί εἰσι. ∆ιὸ καὶ ἔλεγεν ὁ Χριστός· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Εἶδες πόσον τὸ κέρδος 49.383 ἔδειξε τῶν κακῶς πασχόντων; Βλέπε πάλιν ἀλλαχοῦ τῶν κακῶς ποιούντων τὴν ἀπαραίτητον τιμωρίαν· ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· Ὑμεῖς δὲ, ἀδελφοὶ, μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ