1

 2

 3

 4

 5

 6

 7

 8

8

τὸν σύνδουλον ὠμότητος ἔδωκε τὴν τιμωρίαν ἐκεῖνος. ιβʹ. Σὺ δὲ κἀκείνου θέα πόσον ἀγνωμονέστερος καὶ 51.364 ἀναισθητότερος γέγονας, τῶν ἐχθρῶν κατευχόμενος, Ἐκεῖνος οὐχὶ τὸν δεσπότην ἠξίου ἀπαιτῆσαι, ἀλλ' αὐτὸς ἀπῄτει τὰ ἑκατὸν δηνάρια· σὺ δὲ καὶ τὸν ∆εσπότην ἐπὶ τὴν ἀπαίτησιν ταύτην τὴν ἀναίσχυντον καὶ κεκωλυμένην παρακαλεῖς. Κἀκεῖνος μὲν οὐκ ἐπ' ὄψεσι τοῦ κυρίου, ἀλλ' ἔξω τὸν σύνδουλον ἦγχε· σὺ δὲ ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς πρὸ τοῦ βασιλέως ἑστὼς ταῦτα ποιεῖς. Εἰ δὲ ἐκεῖνος οὔτε τὸν δεσπότην παρακαλέσας ἐπὶ τὴν ἀπαίτησιν, καὶ μετὰ τὸ ἐξελθεῖν ταῦτα ποιῶν, οὐδεμιᾶς ἔτυχε συγγνώμης, σὺ καὶ τὸν ∆εσπότην ἐπὶ τὴν κεκωλυμένην ταύτην ἔκτισιν διεγείρων, καὶ ἐπ' ὄψεσιν αὐτοῦ ταῦτα ποιῶν, ποίαν οὐ δώσεις τιμωρίαν, εἰπέ μοι; Ἀλλὰ φλεγμαίνει σου τῇ μνήμῃ τῆς ἔχθρας ἡ διάνοια καὶ οἰδεῖ, καὶ ἀνέστηκεν ἡ καρδία, καὶ τοῦ λελυπηκότος ἀναμιμνησκόμενος οὐ δύνασαι καταστεῖλαι τὸ οἴδημα τῶν λογισμῶν; Ἀλλ' ἀντίστησον τῇ φλεγμονῇ ταύτῃ τὴν ἀπὸ τῶν σῶν ἁμαρτημάτων μνήμην, τὸν ἀπὸ τῆς μελλούσης κολάσεως φόβον. Ἀναμνήσθητι πόσων ὑπεύθυνος εἶ τῷ ∆εσπότῃ, καὶ ὅτι πάντων ἐκείνων δίκας ὀφείλεις αὐτῷ, καὶ κρατήσει πάντως οὗτος ὁ φόβος τῆς ὀργῆς ἐκείνης, ἐπειδὴ καὶ πολὺ δυνατώτερον τοῦτο ἐκείνου τοῦ πάθους. Ἀναμνήσθητι γεέννης καὶ κολάσεως καὶ τιμωρίας κατὰ τὸν καιρὸν τῆς εὐχῆς, καὶ οὐδὲ εἰς νοῦν λαβεῖν δυνήσῃ τὸν ἐχθρόν. Σύντριψον τὴν διάνοιαν, ταπείνωσον τὴν ψυχὴν τῇ μνήμῃ τῶν σοι πεπλημμελημένων, καὶ οὐδὲ ἐνοχλῆσαι δυνήσεταί σοι θυμός. Ἀλλὰ τοῦτό ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, ὅτι τὰ μὲν τῶν ἄλλων ἁμαρτήματα μετὰ πολλῆς ἐξετάζομεν τῆς ἀκριβείας, τὰ δὲ ἡμέτερα μετὰ πολλῆς παραπεμπόμεθα τῆς ῥᾳθυμίας. Τοὐναντίον δὲ ποιεῖν ἐχρῆν· τὰ μὲν οἰκεῖα κακὰ ἄληστα ἔχειν, τῶν δὲ ἀλλοτρίων μηδέποτε ἔννοιαν λαμβάνειν. Ἂν τοῦτο ποιῶμεν, καὶ τὸν Θεὸν ἕξομεν ἵλεων, καὶ τοῖς πλησίον παυσόμεθα ἀθάνατα ὀργιζόμενοι, καὶ ἐχθρὸν οὐδένα οὐδέποτε ἕξομεν· εἰ δὲ καὶ σχοίημέν ποτε, ταχέως καὶ τὴν ἀπέχθειαν καταλύσομεν, καὶ τῶν οἰκείων ἁμαρτημάτων ταχεῖαν λάβωμεν συγχώρησιν. Ὥσπερ γὰρ ὁ τῷ πλησίον μνησικακῶν οὐκ ἀφίησι τὴν ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι καταλυθῆναι κόλασιν, οὕτως ὁ καθαρὸς ὢν ὀργῆς, καθαρὸς καὶ ἁμαρτημάτων ἔσται ταχέως. Εἰ γὰρ ἡμεῖς οἱ πονηροὶ καὶ θυμῷ δουλεύοντες, διὰ τὸ τοῦ Θεοῦ πρόσταγμα πάντα τὰ εἰς ἡμᾶς παρορῶμεν ἁμαρτήματα, πολλῷ μᾶλλον ὁ φιλάνθρωπος καὶ ἀγαθὸς καὶ παντὸς καθαρὸς ὢν πάθους παραβλέψεται ἡμῶν τὰ πλημμελήματα, τῆς εἰς τὸν πλησίον φιλοφροσύνης, ἐν τῇ τῶν οἰκείων ἁμαρτημάτων συγχωρήσει, τὴν ἀμοιβὴν ἡμῖν ἀποδιδούς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.