οἱ ἵπποι δέξωνται τὴν ὀδμὴν τοῦ κακοῦ, μεμήνασι καὶ φριμάσσουσι καὶ διὰ σπουδῆς ἀνίστανται, ὥσπερ τὴν ἀπὸ τῆς γῆς ἀναπνοὴν πεφοβημένοι, καὶ ἀνασκιρτῶσιν ὄρθιοι. Πίπτουσι δὲ οἱ ἀναβάται ἀπὸ τῶν ἵππων χαμαί, ἕτοιμοι πρὸς ζωγρίαν ἅμα καὶ σφαγήν, τοῖς αὑτῶν θώραξιν εἰς τὸ μὴ διαφυγεῖν πεπεδημένοι, ἢ πατούμενοι, ἢ παιόμενοι. Ἔξεστι δὲ τοῦ φαρμάκου τοῦδε καὶ ἐφ' ἡσυχίας πεῖραν λαβεῖν, καὶ θαυμάσαι πόση ἀπὸ τοῦδε ἰσχύς ἐστιν καὶ ἐν πολέμῳ κρείττων βελῶν. Καταπέσοι δ' ἂν ἄλλως ἵππος, θαλαττίας χελώνης ῥανθεὶς τοὺς μυκτῆρας τῇ χολῇ, καί, πρὸς τῶν ἰδίων ἀπογνωσθείς, ἡμέτερόν ἐστι κέρδος. Ἀναστήσεται γάρ, εἰ κρόκον σμύρναν τε ἅμα κρίνῳ μίξας ἐπίσης τοῦ ῥύγχους ἐπαφῆσαί τις αὐτοῦ· ἀναστήσονται καταπεσόντες καὶ ὀρεῖς. Ἀλλὰ γὰρ καὶ ὁ τοῦ καρπάσου ὀπὸς μᾶλλον ἵπποις θανατήσιος. Ἀποθάνοιεν δ' ἂν καὶ φαλαγγίοις καὶ σαλαμάνδρᾳ περιπετεῖς τε γενόμενοι κισσοῦ τε δακρύῳ καὶ στύρακος χυλῷ. Ἀδικοῦνται δὲ καὶ τῷ ἐξ ἀφέδρου ῥάκους καπνῷ. Ταυτὶ μὲν οὖν ἄλλως εἰρήσθω. ∆ερκυλλίδας δὲ ὁ Λακεδαιμόνιος, τῇ τῶν ἀντιπάλων ἵππῳ πεζὴν φάλαγγα προσαγαγών, ἐν τῷ πλινθίῳ καὶ ἀντινώτους τάξας εἰς βάθος, παρήγγειλεν ἑζομένοις ὑπ' ἀσπίδι τοῖς κατόπιν ὅ τι τάχος τοῖς ἐγχειριδίοις βόθρους ὀρύσσειν· ἔπειτ' εἰς τὸ μέσον ἀνῆγε τοὺς ὁπλίτας· καὶ ἦσαν ἔρυμα· οἱ γὰρ βόθροι τοῖς ἱππεῦσι πολεμιώτατοι. 1.12 Πρὸς ὑποζυγίων φθοράν Ἐμπόδιον στρατιώτῃ νοσήσας ἵππος καὶ ὑποζύγιον ἐν πολέμῳ ὁπλοφοροῦν καὶ τὰ χρειώδη φέρων νωτοφόρος ὀρεύς· οἷς ἅπασι τὴν θεραπείαν τῶν τε ἄλλων καὶ λοιμικῶν παθῶν τοιάνδε προσοιστέον. [Θεραπεία νοσούντων κτηνῶν]. Σελίνου σπέρματος τρία ἡμίξεστα· κἀπίτριτον λινοσπέρμου· τήλεως δὲ τοῦ δευτέρου τὸ διπλάσιον· ὀρόβου τε ἀλητοῦ τῆς τήλεως τετραπλάσιον· μέτρῳ μὲν ταῦτα· πάνακος δὲ ῥίζης καὶ ἴρεως Ἰλλυρικῆς βράθυός τε τῆς ἀπὸ Σαβίνων πόας ἀνὰ ὀκτὼ καὶ τεσσαράκοντα δραχμάς· καὶ τετραπλάσιον ἅμα τῶν τριῶν ἀξουγγίου παλαιοῦ σταθμὸν τοῦ ἀνάλου. Τῶν δὲ προειρημένων ξηρῶν ἕκαστον ἰδίᾳ κόπτεται καὶ σήθεται οἴνῳ τε παλαιῷ καὶ τῷ στῆρι παλύνεται, εἶτ' εἰς ἀρτίσκους ἀναπλασθέντα, ἐν σκιᾷ ξηραίνεται· ἐπὶ δὲ τῆς χρείας, ὁπόσον καρύου μέγεθος βασιλικοῦ, (ὃ δὴ ἑπτὰ γράμματα ἕλκει) σὺν μέλιτος κυάθοις τρισὶ λειοῦται, εἶτα οἴνῳ παλαιοτάτῳ καὶ σπουδαιοτάτῳ ἀναλύεται· εἴη δὲ ξέστης εἷς· κἀπὶ τρεῖς ἡμέρας ἑκάστου ἔτους τὸ κτῆνος προσλαμβάνον οὐ πείσεται τὸ θανατήσιον τῶν κτηνῶν πάθος. Τοῖς δὲ νοσοῦσιν, ἀντὶ τοῦ οἴνου, ὕδατι ἀναλύεται τῶν πρὸ τοῦ ἐπίσης εἰσηγησαμένων. Εἰ δὲ πίτυι κἀκ τῆς νοσερᾶς συστάσεως ἀνάγκη γένοιτο χρῆσθαι, τῶν ἀρτίσκων ἀπουσίᾳ, κολλύρας τρεῖς ἐγχυματίζειν οἴνῳ βρέχοντα, οἵῳ τρόπῳ καθ' αὑτὸ ἀξούγγιον ἐνιᾶσι πολλοί. Οἷς δὲ λύκοι θηρῶνται ῥᾷστα, οἳ δ' οὕτως ἰῶνται τῶν προειρημένων παθῶν τὰ ὑποζύγια· κρέως λυκείου τῶν σαρκῶν διαιροῦντες πλατείας σχελίδας, [καὶ] ἰσχνὰς ἀφαυαίνουσιν ὑπὲρ καπνοῦ κρεμαννύντες, οἵας τῶν βοῶν ἡμεῖς. Χρὴ δ' ἐπὶ τῆς χρείας ἑψεῖν τι τούτων ἔστ' ἂν συντακῇ, τῷ τε ὕδατι ἀνὰ ἡμίξεστον οἴνου τε καὶ ἐλαίου μίξαντες, ἑκάστου ἔτους ἐγχυματίζειν. Ἀλλὰ γὰρ καὶ νεκροῦ κυνὸς ἤδη σεσηπότος ἀποτμηθεῖσα κεφαλὴ νοσοῦντι τῷ ἵππῳ τὸ δεινὸν ἐκεῖνο πάθος ὑπολύεται· ὃ δὲ τῇ τῆς ὀδμῆς ἀποφορᾷ συνεχεῖ καπνιζόμενος ἰαθήσεται. [Σύνθεσις ποικιλωτέρα καὶ πολυϋλωτέρα.] Τὸ δὲ δὴ πολυϋλώτατον, οὗ πεῖραν ἔσχον αὐτός, ᾧ χρῶνται Ῥωμαῖοι οἱ προήκοντες, μαθεῖν ἀναγκαῖον· ὅσον ὀκτὼ δραχμῶν ἀμώμου τε τοῦ βοτρυΐτου καὶ πεπέριδος ἑκατέρας, μελαίνης τε καὶ λευκῆς <....> τὸ διπλάσιον· τριπλάσιον φύλλου πυρέθρου τε καὶ ἀριστολοχίας, ἀβροτόνου δὲ καὶ ὑσσώπου καὶ ἴριδος τῆς ῥυπαρᾶς· ἔτι δὲ γεντιανῆς τὸ τετραπλάσιον· πενταπλάσιον (δηλαδὴ τοῦ πρώτου) ναρδοστάχυος καλάμου τε ἀρωματικοῦ, πρὸς δὲ μήου, πυρέθρου, ἀλόης, μύρτων, κόστου, κασίας, ζιγγιβέρεως, κροκομάγματος, ἔτι δὲ κρόκου, πετροσελίνου κυμίνου τε Αἰθιοπικοῦ. Τούτων ἕκαστον κόπτεται ἄκρως καὶ ἀρωματικῷ σήθεται κοσκίνῳ· κἀκ τούτου τρισὶ δακτύλοις ἀφελών, οἴνου τε καλλίστου ξέστῃ μίξας ἑνί,