ἀποθνήσκομεν." καὶ ὁ πατριάρχης πρὸς αὐτοὺς "λοιπὸν οὖν, ἀδελφοί, ἐν ὁμονοίᾳ ἐσώμεθα καὶ συνημμένοι ἐν μιᾷ ψυχῇ ἐν ταύτῃ τῇ ὁμολογίᾳ ἀδιαιρέτως, καὶ μὴ εὕρωσίν τινα ἐξ ἡμῶν ἀποχωρίσαι οἱ τῆς ἐναντίας μοίρας, καὶ οὐ μὴ ἰσχύσωσιν· πλείους γὰρ αὐτῶν ἐσμὲν χάριτι Χριστοῦ." οἱ δὲ πάλιν ἀνέκραξαν διαβεβαιούμενοι ἕως θανάτου ἀντέχεσθαι καὶ ὑπερμαχεῖν ὑπὲρ τῆς ἐκκλησίας, ποιήσαντες σταυροὺς καὶ ἔγγραφα εἰς ἀλλήλους τοῦ μὴ χωρίζεσθαι. ταῦτα ἐπράχθη πρὸ τῶν ἑορτῶν. φθασάντων δὲ τῶν ἑορτῶν 356 δηλοῖ ὁ πατριάρχης τὸν βασιλέα λόγους νουθεσίας, ἅμα καὶ παρακαλῶν αὐτὸν μὴ σκυλῆναι τὴν ἐκκλησίαν, ἣν πολλῷ κόπῳ οἱ πατέρες ἐπῳκοδόμησαν ἐν τῇ ὀρθοδόξῳ πίστει, ἀποδιώξαντες πᾶσαν αἵρεσιν, λέγων ὅτι εἰ δι' ἐμὲ γίνονται ταῦτα τὰ σκάνδαλα κατὰ τῆς ὀρθῆς πίστεως, ἐμὲ ἐξεώσασθε, καὶ εἴ τινα βούλεσθε, ποιήσατε· μόνον τὴν πίστιν μὴ παρασαλεύσητε. καὶ ἀποκριθεὶς ὑπούλως καὶ δολερῶς ὁ δικαίως ἐπικληθεὶς χαμαιλέων εἶπεν. "καὶ τίς" φησὶν "τολμᾷ καθελεῖν ἢ ἐξεῶσαι τὸν πατριάρχην τὸν πατέρα ἡμῶν, ἢ τὴν ἐκκλησίαν παρασαλεῦσαι; μικρὸν ἠρευνήσαμεν διὰ τοὺς λαλοῦντας, ἐπεὶ ὡς πιστεύει ἡ ἐκκλησία, κἀγὼ πιστεύω." καὶ ἐκβαλὼν ἐκ τοῦ κόλπου αὐτοῦ σταυρὸν ἔχων εἰκόνα προσεκύνησεν ἐνώπιον πάντων. ἐποίησεν δὲ τοῦτο οὐκ ἀληθεύων ἀλλ' ἐν ὑποκρίσει, βουλόμενος διαβάσαι τὴν ἑορτήν.
Οὐδεὶς γὰρ ἠδύνατο καταλαβέσθαι τὴν πανουργίαν αὐτοῦ· ἄλλα γὰρ τὸ στόμα αὐτοῦ ἐλάλει, καὶ ἕτερα ἡ καρδία αὐτοῦ ἐβούλετο. ταῦτα τοίνυν ἀκούσαντες ὅ τε πατριάρχης καὶ οἱ ἐπίσκοποι ἐχάρησαν, νομίζοντες ἀληθεύειν αὐτόν. καὶ προελθὼν τῇ Χριστοῦ γεννήσει ἐν τῇ ἐκκλησίᾳ εἰσῆλθεν ἐν τῷ θυσιαστηρίῳ κατὰ τὸ ἔθος τῶν βασιλέων, καὶ προσεκύνησεν τὴν ἐνδυτὴν τὴν ἔχουσαν τὴν ἁγίαν γέννησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ λοιπὸν ἰδόντες πάντες ἐπληροφορήθησαν, μὴ 357 ἰδόντες τὸν δόλον καὶ τὴν πανουργίαν αὐτοῦ. φθασάσης δὲ καὶ τῆς ἑορτῆς τῶν φώτων προῆλθεν ὁμοίως, καὶ εἰσελθὼν οὐ προσεκύνησεν· καὶ ἔγνωσαν πάντες ὅτι ἐν ὑποκρίσει τὸ πρῶτον ἐποίησεν καὶ οὐκ ἐν ἀληθείᾳ. καὶ δὴ πληρωθεισῶν τῶν ἑορτῶν ἤρξατο πάλιν ἐπιτίθεσθαι ὡς ὁ Φαραὼ τὸν Ἰσραήλ, καί τινας ἐπισκόπους ὑπέκλεπτεν κολακείαις καὶ ὑποσχέσεσι δώρων, οἵ τινες καὶ ὑπήκουον αὐτόν, ἀγαπῶντες τὸν νῦν αἰῶνα, καὶ οἱ πρὶν διαβεβαιούμενοι ἀποθνήσκειν ὑπὲρ τῆς ἀληθείας καὶ πήξαντες σταυροὺς σχεδὸν πάντες ἐστράφησαν εἰς τὸ ἐναντίον. καὶ δηλοῖ τὸν πατριάρχην διά τινων τῶν ἀποστατησάντων ἐπισκόπων ὅτι μικρὸν σύνελθε ἡμῖν, ἵνα περιέλωμεν πάντα τὰ χαμηλά· ἐπεὶ εἰ οὐ βούλει, γνῶθι ὅτι οὕτως οὐ παραχωροῦμεν αὐτόθι σε εἶναι. οὓς ὁ πατριάρχης ἐξουθενώσας ὡς ἐφιόρκους σταυροπάτας, τὸν βασιλέα ἐμήνυσεν ὅτι ὃ βούλει ποίησον· ἐγὼ γὰρ ἐκ τῶν ὁρισθέντων εὐσεβῶς ὑπὸ τῶν πατέρων οὔτε ἐπιδιατάσσομαι οὔτε συνέρχομαι τοῖς ἐναντίως φρονοῦσιν. καὶ ἐν τούτοις ὄντων ἔπεσεν εἰς ἀσθένειαν ὁ πατριάρχης, ὥστε ἐν ὀλίγαις ἡμέραις ἀπογνωσθῆναι αὐτὸν ὑπὸ τῶν ἰατρῶν. καὶ μαθὼν ὁ βασιλεὺς μικρὸν ἡσύχασεν, λογιζόμενος ὅτι ἀποθνήσκοντος αὐτοῦ πάντα εὐμαρῶς ποιῆσαι ἔχει ἅπερ βούλεται. καὶ λοιπὸν ἀθρόον ἐκ τοῦ παραδοξοποιοῦ θεοῦ μικρὸν διεφορήθη. ὅπερ μαθὼν ὁ 358 χαμαιλέων παρασκευάζει λάθρα διά τινων τοὺς στρατιώτας ἀνελθεῖν εἰς τὸ πατριαρχεῖον καὶ συρτὰ καταβάσαι αὐτόν. ἦν δὲ ἡ παρείσβασις τῶν νηστειῶν. καὶ συναχθέντες παμπληθεὶ ὥσπερ οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ μετὰ μαχαιρῶν καὶ ξύλων, ἐγέμισαν τὰ προαύλια τῆς ἐκκλησίας, κράζοντες καὶ βοῶντες ἀτάκτως. καὶ λοιπὸν ἤρξαντο ἀνασκάπτειν καὶ ἀναθεματίζειν τοὺς ἐν ὁσίᾳ τῇ μνήμῃ Γερμανὸν καὶ Ταράσιον καὶ Νικηφόρον. ἅπερ ἀκούσας ὁ πατριάρχης ηὐχαρίστησε τῷ θεῷ μετὰ δακρύων ὅτι ἠξιώθη ὑπὲρ εὐσεβείας ταῦτα ἀκοῦσαι. καὶ δὴ ὥρμησεν ὁ λαὸς ὁμοθυμαδὸν πρὸς τὸ ἀνελθεῖν εἰς τὸ πατριαρχεῖον. καί τις Θωμᾶς πατρίκιος ἀπὸ δισυπάτων γενόμενος, ὃς τότε τὴν ἐκκλησίαν παρέλαβεν ὑπὸ τοῦ βασιλέως, ἀσφαλίσας τὰς πύλας τοῦ πατριαρχείου ἀπεδίωξεν αὐτοὺς ὡς δῆθεν