1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

8

φωνήν», οὐδὲ καταμυθολογεῖσθαί με παρὰ τῆς τίτθης ἐῶσα. ἀναμιμνήσκομαι γάρ, ἀναφέρων ὥσπερ ἀπὸ βυθοῦ, ὅτι με καὶ κλαυθμυρίζοντα χαλάσαι βουλομένη πρὸς ὕπνον, ἀντὶ τῶν μύθων καὶ τῆς μορμολυττούσης λαμίας διήεις νῦν μὲν τὸν Ἰσαὰκ ἀγόμενον ὑπὸ τοῦ πατρὸς καὶ θυόμενον καὶ πάντα πειθόμενον τῷ γεννήτορι, νῦν δὲ καὶ τὸν Ἰακὼβ εὐλογίας τυγχάνοντα πατρικῆς ὅτι κατὰ τὰς ὑποθήκας πεποίηκε τῆς μητρός, νῦν δ' ἄλλο τι τῶν θειοτέρων καὶ ἐπὶ πᾶσι «τὸν νέον Ἀδάμ», τὸν σόν φημι Θεὸν καὶ δεσπότην, «ὑποτασσόμενον» τοῖς τοκεῦσι<ν>. Μέμνημαί σου καὶ τῶν περὶ παρθενίας λόγων καὶ τῶν ἀκηράτων ἐκείνων συμβουλιῶν, εἰ καὶ μὴ οὕτως τὰ καθ' ἡμᾶς γέγονεν. οὐκ ἐπιλέλησμαί σου, οὔτε τοῦ πυρὸς οὔτε τοῦ φωτός, ὧν τῷ μὲν τοὺς σωφρονοῦντας κατέλαμπες, τῷ δὲ τοὺς ἀκολάστους κατέφλεγες· παρήσω δέ σοι οὐδ' ἐκεῖνο τὸ ἔργον, ὅ με λαθεῖν βουλομένη οὐκ ἔλαθες. ἐπόθει μὲν γὰρ ἡμᾶς ἡ μήτηρ, πῶς ἂν εἴπῃ τις, σφοδρῶς καὶ περικαῶς καὶ ἐζήτει πολλάκις τῷ τραχήλῳ περιφῦναι καὶ κατασπάσασθαι, ἐπεῖχε δὲ τὸν πόθον νόμῳ κρείττονι καὶ κρίσει καλλίονι, ἵνα μὴ καταθαρρήσας αὐτὸς ἀπειθέστερός πως γενοίμην ταῖς ἐκείνης ἐπιταγαῖς. ὡς δὲ τὸ φίλτρον ἠνάγκαζεν, ἐγὼ μὲν ἐῴκειν ὑπνώττειν, ἦν δὲ τὸ πρᾶγμα μέχρι τῆς «ἐπιμύσεως τῶν βλεφάρων»· ἡ δέ, ἀγνοήσασα καθάπαξ τὸ σχῆμα, πρόσεισί μοι καὶ ὁμαλῶς πάνυ περιλαβοῦσα τοῖς πήχεσι, πολλάκις ἐφίλει τὸ πρόσωπον, εἶτα δὴ καὶ δακρύσασα «ἀστακτί», «ὦ σπλάγχνον ποθούμενον-ἔφη-, ποθῶ μέν σε, φιλεῖν δέ σε πολλάκις οὐ δύναμαι». οὕτω μοι καὶ τὴν σχέσιν ἐφύλαττε καὶ τὴν παίδευσιν παρεφύλαττεν· ἦν γὰρ ὡς ἀληθῶς καὶ τὸν τῆς ψυχῆς χαρακτῆρα τοιαύτη, ἀλλὰ πρὶν τοῦτο εἴποιμι, κοινότερον περὶ τούτου διέλωμαι. Οὐ μίαν ἐγὼ τὴν ἰδέαν ὁρῶ τῶν πρὸς ἀρετὴν τεταμένων ψυχῶν, ἀλλ' αἱ μὲν ἁπλαῖ τινές εἰσι καὶ χάριτος γέμουσαι καὶ τοῖς προσιοῦσιν ἥμερον ἐπιβλέπουσιν, αἱ δὲ δριμεῖαι δὲ αὗται καὶ σκυθρωπαὶ καὶ τὸ πλεῖστον μέρος τοῦ βίου ἐπιστυγνάζουσαι, τραχύτεραί τε τὸ ἦθος καὶ ἀπρόσιτοι τοῖς πολλοῖς καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀβουλήτων παροξυνόμεναί τε καὶ δυσχεραίνουσαι, κακίαν δὲ μισοῦσαι μᾶλλον ἢ πρὸς ἀρετὴν μεταβάλλουσαι. τῇ δέ γε ἐμῇ μητρὶ ἐξ ἀμφοῖν τούτων ἡ ἀρετὴ συνεκέκρατο· τίς γὰρ ἐκείνης ἢ ἱλαρώτερον ἔβλεψεν ἢ χαριέστερον προσωμίλησεν ἢ πρᾳοτέρῳ τῷ ἤθει τὸ ἁμαρτανόμενον διωρθώσατο; τοῦτο μὲν οὖν αὐτῇ τὸ μέρος ἔμφυτον ἦν, θάτερον δὲ πολλοῖς καὶ πολλάκις ἐπιτετήδευτο καὶ ἦν τὸ φοβοῦν μέχρι τῆς τῶν ὀφρύων συννεύσεως. ὃ δὲ τοῖς ἄλλοις ἤθους σκαιότητι ἢ τραχύτητι πρόσεστι, φημὶ δὴ τὸ ἀπρόσιτον ἢ δυσπρόσιτον, καὶ τὸ ἐνίους τῶν προσιόντων καταπτοοῦν, τοῦτο ἐκείνῃ διὰ τὸ τῆς ἀρετῆς ὑπερέχον ἐδέδοτο. ἀμέλει οὐχ οἱ πολλοὶ μόνον ἐδεδίεσαν ταύτην καὶ ὑπεστέλλοντο, ἀλλὰ καὶ οἱ τεκόντες, καὶ ταῦτα ἐν βαθείᾳ τῇ πολιᾷ, ὥσπέρ τινα κρείττονα φύσιν προσεκύνουν καὶ ἐσεβάζοντο καὶ «νόμον» ἐκείνην ἐλογίζοντο «ἔμψυχον», παράδειγμά τε εἶχον καὶ πράξεως καὶ λόγου καὶ σιωπῆς, εἰ καὶ πολὺ τῆς ἀρχετυπίας ἀπελιμπάνοντο· εἴ τε γοῦν ταραττομένοις αὐτοῖς ἐξαπίνης ὤφθη, τὸ ἀστατοῦν αὐτοῖς κατέταττε τῆς ψυχῆς, εἴ τε θυμουμένοις διέλυε τὸν θυμόν, εἴ τ' ἄλλό τι ποιοῦσιν ἢ πάσχουσι πρὸς τὸ κρεῖττον αὐτοῖς τὴν ἕξιν μετέβαλλεν. εἰ δέ τι ἐκείνην ἔλαθον πλημμελήσαντες, παρεφυλάττοντο μὴ γνῶναι ταύτην τὸ γεγονός. Λέγω δὲ ταῦτ' οὐχ ὡς ἐκείνης τῆς τῶν τεκόντων κατεπαιρομένης ψυχῆς· ποία γὰρ οὕτως τῶν ἁπασῶν γυναικῶν γονέας τεθεράπευκε καὶ τετίμηκεν; ὑπήρειδέ τε γὰρ αὐτοὺς γεγηρακότας καὶ παρεμυθεῖτο καὶ λόγοις καὶ πράξεσι, νοσοῦσί τε παρεκάθητο καὶ ἀλγυνομένοις συνήλγει καὶ ἀγρυπνοῦσιν «ἀνύστακτον» εἶχε τὸ ὄμμα. οὐ τοίνυν μεῖζον δεῖν ᾠήθη τῶν γονέων φρονεῖν, ἀλλ' ἐκεῖνοι καὶ οὕτως ἔχουσαν διαφερόντως ἐτίμων, οὐ πρὸς τὴν ἐκείνης περὶ ἐκείνους γνώμην ὁρῶντες, ἀλλὰ τὸ ὑπερέχον αὐτῇ τῆς ἀρετῆς ἐκπληττόμενοι. εἶχε δὲ καὶ πᾶσι τὸ