κέμφου ἐν τῇ θαλάσσῃ κατ' ἀγέλας ἱπτά μενον ὧδε κἀκεῖσε· ὃ οἱ πλωτῆρες πολυάγκυστρον δελεάσαντες σχοῖνον, ἀγρεύουσι· καὶ οὐ μόνον οὐ φεύγει βλέπων τὰ θηρευθέντα, ἀλλὰ καὶ ἄλλος ἄλλῳ προτρέχει ἀγρευθῆναι· οὕτως ἐοίκασιν οἱ τῇ κακίᾳ προσομιλοῦντες, ἄλλος ἄλλον νικᾷν σπεύδοντες διὰ τῶν ἡδονῶν, ἐπολέθρῳ θανάτῳ ἑαυτοὺς περιπείρουσιν. Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκε, τὴν ἐπισυμ βαίνουσαν τῇ καρδίᾳ ἢ τὴν ὑπὸ Θεοῦ κτιζομένην τὴν πνευματικήν. Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτά ξας, ἐπάγει· Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περισχομένης ἐν τῇ σοφίᾳ, ἥπερ διὰ τοῦ Πνεύματος δίδοται, λόγος σοφίας· τὸ δ' αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱο θεσίας. Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφα νίαν, τὸν ἄδικον ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν. Τουτέστι παρ' ἐμοῦ τὸ εὔβουλον καὶ ἀσφαλές· ὅπου γὰρ τοῦτο, κἀκεῖνο· ὁρᾷς πανταχοῦ προτιθέμενα τὰ ἀσώματα τῶν σωματικῶν καὶ κρατοῦντα; Εἶτα εἰπὼν καὶ αὐτὸ τὸ βασιλεύειν δι' αὐτῆς γινόμενον, ἐπήγαγε καὶ ὃ πολλῷ μεῖζόν ἐστι· τοῦτο γὰρ βασιλεύειν, τὸ δύνασθαι δικαίως κεχρῆσθαι τῇ ἀρχῇ, βέλτιον· ἔνιοι δὲ, βασιλεῖς μὲν τοὺς ἁγίους καὶ μεγιστᾶνας· τυ ράννους δὲ, τοὺς ἔτι πολεμοῦντας τὴν σάρκα, καὶ τῶν παθῶν τυραννοῦντας. Μείζω φιλίας εἰσάγει τὴν ἀγάπην ἐνταῦθα, ἡνίκα μὴ κατὰ τοῦ αὐτοῦ τάττεται· ἀμέλει τοῦ Σωτῆρος τῷ Πέτρῳ λέγοντος, Ἀγαπᾷς με; τὸν προσδιαλεγόμε νον εἰδὼς, τὸ ἧττον δίδωσιν ἑαυτῷ, τὸ, Ὅτι φιλῶ σε· τὸ δὲ τρίτον ἀκούσας, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυ πήθη ὅτι τὸ ἧττον τρίτον αὐτῷ προσένειμε. Ὅτι μόνος ὁ σοφὸς πλούσιος καὶ εὐκλεής· ἔστι γὰρ ἐν αὐτῷ κτῆσις πολλῶν καὶ γεννήματα σοφίας· ἃ καὶ σπείρων εἰς τὸ πνεῦμα, θερίζει ζωήν· ἔοικε δὲ διὰ τοῦ ἑαυτῆς λέγειν τὸν πλοῦτον, τοιοῦτόν τι λέγειν, ὅτι Οὐ χρεία σοι δαπάνης, οὐδὲ καινοτομίας, εἰς τὸν πρὸς ἐμὲ ἔρωτα, ἀλλ' ἀρκεῖ τὸ φιλῆσαι μό νον, καὶ ἀνταγαπηθήσῃ. Ἀλλὰ μὴν, καὶ ὃ θαυμαστόν ἐστι, τὸ ἐν πλούτῳ εἶναι δικαιοσύνην, παρ' ἐμοὶ καὶ τοῦτό ἐστι, καὶ τὰ ἄλλα πάντα ἀγαθά. 17.185 Οὐσία οὖσα ἡ τοῦ Θεοῦ σοφία, πρὸ αἰώνων γεγένη ται, καὶ πρὸ κτίσεως ἀΐδιος ἦν· ὅτε δὲ σχέσιν πρὸς τὰ γεννητὰ ἐδέξατο, τότε ἀρχὴ τῶν ὁδῶν τοῦ Θεοῦ γέγονε τῶν ποιητικῶν καὶ προνοητικῶν· σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασιν ὧν γέγονεν ἀρχὴ, τουτ έστιν ἡ πρὸς τὰ γεννητὰ σχέσις· ἡ δὲ σοφία ἀΐδιος, οὐσιωδῶς πρὸ αἰώνων παρὰ τῷ Θεῷ ὑπάρχουσα. Ἀσέβεια μέν ἐστιν ἡ εἰς Θεὸν ἁμαρτία· ἀσεβεῖ δὲ καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ὁ σωρεύων κόλασιν τῇ ἑαυ τοῦ ψυχῇ, τὴν τοῖς ἀσεβέσιν ἡτοιμασμένην· ἀκόλου θον δὲ καὶ τὸ ἀγαπᾷν θάνατον τοὺς σοφίαν μισοῦντας, εἴπερ ἡ σοφία ζωή. Τὴν σοφίαν ἐνταῦθα δισσῶς ἐπιλαβεῖν, τὴν ἐκ Πνεύματος ἁγίου φημὶ ἐν λόγοις καὶ γραφῇ δοθεῖσαν τοῖς θεόφροσιν, δι' ἧς καὶ ἡ ἐπίγνωσις τοῦ Θεοῦ τῷ κόσμῳ ἐγνωρίσθη· ὡσαύτως δὲ καὶ τὸν ἐνυπόστατον Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, τὸν ἐξ οὐκ ὄντα εἰς τὸ εἶναι παραγαγόντα τὰ σύμπαντα τῇ σοφίᾳ αὐτοῦ. Θύματα ἐνταῦθά φησι τοὺς ὅσοι προφῆται τῇ παρ αινέσει Χριστοῦ σφραγισθέντες καὶ σφαγιαζόμενοι, διὰ τὸ κιρνᾷν αὐτοὺς τῷ τῆς γνώσεως κρατῆρι τὴν ὡς οἶνον ἡδὺν ἐπίγνωσιν αὐτοῦ τοῖς ἐχέφροσι· λέγων, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· καὶ γὰρ αὐτὸς αὐ τοὺς ἐσφαγίασε, καὶ σφαγιάζει, διὰ τὸ παρακελεύειν αὐτὸς τοὺς εἰς αὐτὸν πιστεύοντας ὑπὲρ αὐτοῦ, ὡς αὐτὸς ὑπὲρ ὑμῶν ἀποθνήσκει. Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλος Χριστοῦ, ὁ δὲ Χρι στὸς σοφία ἐστὶ, Παῦλος γὰρ ὁ ἀπόστολος δοῦλος τῆς σοφίας ἐστίν· ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν ἀποστό λων καὶ προφητῶν τὸν λόγον συνάξομεν, δούλους τῆς σοφίας αὐτοῦ ἀποδείξαντες. Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακοὺς, ἀλλὰ περὶ θείου φόβου αὐτοὺς ὑπομιμνήσκειν, ὅστις αὐ τοὺς ἀποστήσει τῆς κακίας· ἢ κακοὺς τοὺς ἀπὸ ἁμαρ τίας ἐπιστρέφοντας, καὶ θέλοντας ἐλθεῖν πρὸς μετά νοιαν· ἀκμὴν δὲ κακοὺς ὄντας καὶ τυφλώττοντας ὑπόμενε· καὶ μὴ καθ' ἒν σφάλμα ἔλεγχε, ἵνα μὴ εἰς μῖσος ἐκ