ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. ̔Η γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων· δι' ης θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται· ἡ δὲ γῆ τοῦ Κυρίου, ἡ θεωρία τῶν γεγονότων αἰώ νων· ἡ δὲ βασιλεία, φαμὲν, τό· τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα αν παράσχῃ τὸ ἐπιθυμητὸν τῇ ἐπιθυμη σάσῃ ψυχῇ. 10.4 Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι· τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἰ οἱ ὀφθαλμοὶ Κυρίου εἰς πένητας ἀπο βλέπουσι, γενώμεθα πένητες, ινα οἱ ὀφθαλ μοὶ Κυρίου εἰς ἡμᾶς ἐπιβλέπωσιν. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οἱ ὀφθαλμοὶ Κυ ρίου εἰς τοὺς πλουσίους οὐκ ἀποβλέπουσι. - Σὺ δὲ οταν ἀκούσῃς ἐν οὐρανοῖς ειναι, καὶ παροικεῖν τὸν Θεὸν, ἐκ τῆς ἱερᾶς γραφῆς, η ἐνδότερον ειναι τοῦ καταπετάσματος, μὴ περιορισμούς τινας καὶ τοπικὰς οἰκήσεις, καὶ μεταβάσεις, καὶ ἀναβάσεις, καὶ ἐξελεύ σεις νοήσῃς· πτωχοπρεπεῖ γὰρ ουσῃ τῇ ἡμε τέρᾳ φύσει, καθὰ χωρεῖ ἀκοῦσαι, διαλέγεται αὐτῇ τὸ Πνεῦμα τὸ αγιον. Καὶ μάρτυς τοῦ λόγου ἡ μωσαϊκὴ συγγραφὴ, παχεῖα καὶ ἀνάξια Θεοῦ τοῦ ἀπεριγράπτου περιέχουσα ῥήματα· ατινα οὐ Μωσῆς ἐξέθετο οικοθεν, ἀλλ' ὁ Θεὸς δι' ἀγγέλων αὐτοῦ ἐν ορει τῷ Σιναΐῳ ταῦτα προηγόρευσε ἐπὶ τῆς σκηνῆς· οθεν ὡς ἀγγέλου ταῦτα λαλήσαντος, οὐδὲ τέθεικεν ολως τὸ ονομα ἐν τῇ ἀπογραφῇ αὐτῆς ὁ Μωϋσῆς, καθὼς οἱ λοιποὶ προφῆται βίβλοις τῶν οἰκείων προφητειῶν. -Βλέ φαρα δὲ [νοήσεις] κριτικὴν αὐτοῦ πρόνοιαν καὶ τῶν πραγμάτων ἐξεταστικήν. 10.5 ̔Ο δὲ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Εἰ ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυ τοῦ ψυχὴν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν, ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν. 10.6 Πῦρ καὶ θεῖον καὶ πνεῦμα καται γίδος, ἡ μέρις τοῦ ποτηρίου αὐτῶν. Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει, ἐν ῳ κακίας καὶ ἀγνωσίας ἐγκέκραται πόμα. 11.1 Σῶσόν με, Κύριε, οτι ἐκλέλοιπεν οσιος, οτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. ̓Επειδὴ κινδυνεύει τῆς ἀληθείας ἀπεσ βεσθῆναι τὸ χάρισμα, οἱ μὲν οσιοι ἐκλελοί πασιν, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν· οὐκ ἐν τοῖς ὁσίοις μόνοις αἱ ἀλήθειαι, καὶ ἐν τοῖς ἀληθέσιν ἡ ὁσιότης. Η ἐπειδὴ οἱ οσιοι ἐκ λελοίπασιν, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλή θειαι· καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν αἱρέσεων. 11.6 ̓Απὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σω τηρίᾳ, παῤῥησιάσομαι ἐν αὐτῷ. ̓Εὰν ἐκ τῆς ταλαιπωρίας τῶν πτωχῶν νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος, τίς ἀνιστάμενον οὐ δέδοικεν Κύριον; Καί· ̓Ανάσ τηθι, Κύριε ὁ Θεός μου, ὑψώθητι; ̓Απευ ξώμεθα τὴν τοιαύτην υψωσιν, καὶ μὴ βου ληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ετι καὶ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, καὶ οὐκ εἰς τέλος ἐπιληθήσεται ὁ πτωχός. Η καὶ ουτως· οἱ πτωχοὶ δι' ἐμὲ καὶ πένητες γεγονότες τῷ σῷ πνεύματι, στένουσιν ἀεὶ ταπεινούμενοι, προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκ λινῆ διασώζοντες· ων ενεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον, τῇ ἐμῇ ἀναστάσει σωτηρίαν θήσομαι πᾶσιν ἀνθρώποις. 11.8,9 Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ... Κύκλῳ οἱ ἀσεβεῖς πε ριπατοῦσιν. ̓Επειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς αρα εὐθείαν περιπατοῦσι. ∆ιὰ τοῦτό φησι· Φυ λάξεις ἡμᾶς, ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ, ουτοι δ' αν ειεν ἀντικείμεναι δυ νάμεις. 12.1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αυίδ. ̔Υπόθεσις Εὐσεβίου. ∆ιὰ τὸ τέλος, τὸ παρὰ τῷ Θεῷ, πάντα τὰ πρὸ τοῦ τέλους ἀνδρικῶς ἠγωνίζετο· τὸ δὲ τέλος καρπὸς ὁ τῶν πό νων, ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν τοῖς γνησίως ἀγωνιζομένοις προξενῶν. ̓Επεὶ τοίνυν καὶ ὁ ∆αυὶδ τούτων εις ην, εἰς μὲν τὸ τέλος τῷ Θεῷ τὸν ψαλμὸν καὶ τὴν ᾠδὴν ἀνέπεμπε. Κατὰ δὲ τὴν ἀρχὴν, ὡσανεὶ ετι ἀγωνιζόμενος, τὰς πρώτας προέφερε φωνάς· 12.2 Εως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; εως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου