ραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, καὶ περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες ἐξεῖναι θεραπεύειν Σαββάτῳ. Ἐπεσημήνατο γὰρ ὁ εὐαγγελιστὴς, ὅτι ἦν διδάσκων αὐτοὺς ἐν Σαβ βάτῳ. ∆ιὰ τοῦτο περὶ δύσιν ἡλίου τοὺς κακῶς ἔχον τας προσέφερον οἱ προσήκοντες· ὁ δὲ αὐτοὺς ἐθερά πευσε. ΚΕΦ. Ζʹ. Στίχ. κβʹ. Ἱστορικῶς δέ· Μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνι θίου, πρῶτον τὰ ἱμάτια πλύνεται ὁ καθαρισθεὶς, εἶτα πᾶσαν τρίχα ξυρᾶται, καὶ ἐπὶ τούτοις λούεται ὕδατι, μεθ' ὃ ἐπιφέρεται τὸ, Καθαρὸς ἔσται. Εἴη δ' ἂν τὰ ἱμάτια πολιτεία μὴ πάντως κακῶς ὑφασμένη, ἐπεὶ κἂν ἀπέθετο ταῦτα. Τρίχα δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ ψυχῇ, αἷς ἐναντίαι αἰτοῦσι Σαμουὴλ, καὶ τῶν Ναζιραίων καὶ αὐτῶν μαθητῶν ἠριθμημέ ναι. Τῶν γὰρ Ναζιραίων σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀνέβαινε. Πάνθ' ὅσα ἂν ποιῶσιν εὐοδούμενα πραττόντων, ὡς μηδὲ φύλλα αὐτῶν καρποφορούντων ἀποῤῥεῖν. Ἤδη δὲ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μο λυσμὸν ἀποτίθεται, τοῦ βαπτίσματος ἐν τούτῳ δη λουμένου. Μετὰ δὲ τοῦτο τῆς μὲν παρεμβολῆς ἄξιος γίνεται, εἰς δὲ τὸν ἴδιον οἶκον οὐκ εἴσεισιν ἕως ἡμε ρῶν ἑπτὰ, καὶ τοῦ πάλιν ξυρανθῆναι τὴν κεφαλήν. ∆ιὰ τὰ τῶν δογμάτων κεραιωδέστερα, καὶ τὴν γνῶσιν ἀποθέσθαι, τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα· διὰ δὲ τῶν ὀφρύων, ἅπασαν οἴησιν. ∆ιὰ τί δὲ τοῦ λεπροῦ ἀκάλυπτον εἶναι τὴν κε φαλήν; Ἵνα γνώριμος ᾖ, καὶ μὴ μεταλαγχάνωσι τῆς ἀκαθαρσίας οἱ πλάζοντες. Τὸ δὲ στόμα κεκα λύφθαι δηλοῖ, ὅτι χρὴ ἑαυτὸν καταδικάζειν τῇ σιωπῇ, μέχρις ἂν ὑποστρέψας καθαρισθῇ. Κατὰ δέ τινας πάλιν, τὸν ὁλὸ λεπρὸν ὀνομά σας, καθαρίζει· δεικνὺς, ὡς ὁ Θεὸς τὸ ποικίλον μι σεῖ. Σαφέστερον δὲ προϊὼν τοῦτο δηλοῖ ἐν τῷ· Τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορα. Καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον. Καὶ τὰ κτήνη σου οὐ κατοχετεύσεις ἑτεροζύγῳ. Πανταχοῦ προτιμῶν τὴν ἁπλότητα, ἥτις ἐν τῷ ὁλολέπρῳ θεωρεῖται. ΚΕΦ. Ηʹ. Στίχ. ιʹ. Οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ' ἐπὶ λυχνίας, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Στίχ. ιζʹ. Οὐ γάρ ἐστι κρυπτὸν, ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσε ται, καὶ εἰς φανερὸν ἔλθῃ. Στίχ. ιηʹ. Βλέπετε οὖν πῶς ἀκούετε. Ὃς γὰρ ἂν 17.336 ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ' αὐτοῦ. Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς πλειοτάτοις τῶν μαθητῶν τοῦ Ἰησοῦ δυσωπήσει ἡμᾶς ἀπὸ τῶν περὶ Ἰωάννου εἰρημένων· Ὅτι ἐκεῖνος ἦν ὁ λύχνος, ὁ καιόμενος καὶ φαίνων. Ἀλλὰ ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸς, ἀνα φερόμενος ἐπὶ τὸν ἐν ἑκάστῳ νοῦν. Ἀλλὰ καὶ τό· Ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι, πρὸς πάν τας εἴρηται τοὺς μαθητὰς τοῦ Ἰησοῦ. Οὐ δεῖ τοίνυν τὸν ἅψαντα λύχνον ἐν ψυχῇ λογικῇ κρύπτειν αὐτὸν, ἀλλ' ἐπιτιθέναι λυχνίᾳ· ἧς σύμβολον Μωσῆς ἀπέθετο ἐν τῇ σκηνῇ μαρτυρίου. Μοδίῳ μὲν γὰρ σιτομετρή σθωσαν ὑπὸ τοῦ πιστοῦ καὶ φρονίμου οἰκέτου οἱ σύν δουλοι· βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπι κειμένου τῇ λυχνίᾳ, ἤγουν τῇ Ἐκκλησίᾳ πάντων. Ἀλλ' οὐδὲ ὑπὸ τὴν κλίνην τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς σκεύους ὑπο κάτω. Τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται τοῖς εἰσπο ρευομένοις εἰς τὴν οἰκίαν· οἷς δεῖ τιθέναι τὸν λύχνον οἱ τῷ ἀληθινῷ φωτὶ καὶ λόγῳ τῷ λαμπρῷ, καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα καθ' ἣν κατεσκεύασεν αὐτὸν ὁ δημι ουργὸς, λύχνου δεομένου τῆς ἀπὸ τῶν προνοουμέ νων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον, καὶ μετέχοντα τοῦ εἰπόντος· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. Οἱ γὰρ καίοντες τὸν λύχνον, καὶ τιθέντες ἐπὶ τὴν λυχνίαν ἵνα λάμπῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, προ τρέψονται τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοὺς καίειν τὴν ἑαυτῶν λυχνίαν. Στίχ. ληʹ. Ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· Στίχ. λθʹ. Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ δι ηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε, καθ' ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. Πέμπει αὐτὸν εἰς τὸν οἶκον. Οὐ γὰρ τοσοῦτο μέ τρον εἶχεν ὁ ἀνὴρ, ἵνα πρὸς τὸ καθῆσθαι παρὰ τοὺς πόδας Ἰησοῦ ἱματισμένος χωρήσῃ. Καὶ τῷ εἶναι σὺν αὐτῷ, τῶν