φονοῦντες αἱμάτων ἀλλοτρίων ἔθνος βλέποντες σῳζόμενον· ἰδί ων γὰρ πλεονεξιῶν εἰσι στρατιῶται τὴν πρόφασιν ἔχοντες ἄδικον. 2.30 πότε βίον ἀμέριμνον κτήσῃ τὸν παρὰ θεοῦ σοι ἀπονεμηθέν τα, ἵνα καὶ σεαυτῷ ζήσῃς καὶ ἄλλους μὴ κατακτείνῃς; νῦν δ' ἄρα τούτων ἀκούων τῶν λόγων τί μέλλεις λοιπὸν σεαυτῷ προσανέχειν; ἢ ζητεῖς ἁρπάζειν ἀκμὴν καὶ ταράσσειν ἔθνη καὶ φονεύειν ἀνθρώ πους; καὶ ἃ μὲν εἰργάσω, ἃ δὲ μέλλεις ποιεῖν. ἀλλ' ἐὰν τῶν ἐμῶν μὴ ἀνάσχῃ λόγων ἐνθένδε ἀπαλλαγῇς, καὶ ὢν ἐν αἰθέρι ὄψομαί σε τούτων τὰς δίκας τιννῦντα καὶ στεναγμοῖς πικροῖς ὀδυρόμενόν σε τῶν ὑπὸ σοῦ πεπραγμένων τὰς εὐθύνας διδόντα. καὶ τότε τῶν ὑπ' ἐμοῦ διακονουμένων θείων λόγων μνησθήσῃ, ὅταν μηκέτι ἀκολου θῶσιν ἵπποι δεδιδαγμένοι πολέμους καὶ πλήθη τῶν δορυφόρων. τό τε θρηνήσεις οἰμώζων ζητῶν ὃν εἰς μάτην ἀπώλεσας βίον εἰς τα ραχὰς ἀτάκτους καὶ πολέμους αἱμάτων ἀθῴων, ὅταν μηδὲν ἄλλο ἔχῃς ἰδεῖν σου κυκλόθεν εἰ μὴ μνήμην ὧν ἐσώρευσας σεαυτῷ· οἶδα γὰρ ἐγὼ τὰς ἐκ θεοῦ ἐπαγομένας τιμωρίας δικαίως ἀνθρώποις ἀδίκοις· τότε μοι ἐρεῖς ἐκεῖ· "ἀγαθός μοι τὸ πρὶν ἦσθα σύμβουλος, ὦ ∆άνδαμι"· ἐκεῖ γὰρ παραστήσονταί σοι ψυχαὶ αἱ μάτην πεπολεμη μέναι ἀδίκως ὑπὸ σοῦ. πόσοις ἀρκέσεις ἀπολογούμενος τότε; οὐ δὲν δὲ ὠφεληθήσῃ μέγας κληθεὶς καὶ φανείς. ὁ νῦν τὸν κόσμον νικῆσαι θέλων νενικημένος τότε". 2.31 ὁ δὲ Ἀλέξανδρος πάνυ ἡδέως αὐτοῦ ἤκουε καὶ οὐκ ἐθυμώθη. ἦν γὰρ καὶ ἐν αὐτῷ πνεῦμα θεῖον, ἀλλ' ὑπό τινος δαίμονος κακοῦ εἰς φόνους καὶ ταραχὰς ἐτράπη. καὶ σφόδρα καταπλαγεὶς ἐπὶ τοῖς παραδόξοις λόγοις τοῦ ∆ανδάμεως ἀπεκρίνατο λέγων Ἀλέξανδρος· 2.32 "Ἀληθινὲ διδάσκαλε Βραγμάνων, ∆άνδαμι, καὶ ἀναπλάττων ἀνθρώπους τῇ σοφίᾳ τῆς προνοίας τούς σοι παρατυγχάνοντας, ὃν ἐγὼ μαθὼν παρὰ Καλάνου καὶ ποθήσας συντυχεῖν εὗρον πάν των ἀνθρώπων ὑψηλότερον διὰ τὸ ἐν σοὶ πνεῦμα. οἶδα, ὅτι ἀλη θῶς λέγεις τὰ πάντα· ἐγέννησε γάρ σε ὁ θεὸς καὶ αὐτὸς κατέ πεμψέ σε ἐν τόποις τούτοις, ἐν οἷς ἔξεστί σοι εὐδαιμονεῖν ἀτά ραχον ὄντα ὅλῃ τῇ φύσει, πλούσιον, ἀνελλιπῇ, πολλῆς ἡσυχίας ἀπολαύοντα. 2.33 ἐγὼ δὲ τί ποιήσω ὁ ἀδιαλείπτοις φόβοις συνοικῶν καὶ συν εχέσι καταντλούμενος ταραχαῖς; πολλοὺς ἔχων τοὺς τηροῦντάς με φοβοῦμαι τούτους τῶν πολεμίων μᾶλλον· χείρονες οἱ φίλοι τῶν ὑπεναντίων, οἳ καθ' ἡμέραν ἐπιβουλεύουσί μοι πλέον τῶν ἐχθρῶν μου, καὶ οὐδὲ χωρὶς αὐτῶν ζῆσαι δύναμαι οὔτε θαρσῶ πάλιν τού τοις σὺν αὐτοῖς ὤν· οὓς γὰρ φοβοῦμαι, ὑπ' αὐτῶν τηροῦμαι· ἡμέ ρας μὲν ταράσσων ἔθνη, ἐπιστάσης δὲ νυκτὸς ἐκταρασσόμενος ὑπὸ τῶν λογισμῶν μου, μή τίς μοι ἐπιστὰς ξίφει με χειρώσηται. οἴ μοι. καὶ κολάσας τοὺς ἀπειθοῦντάς μοι λυποῦμαι, καὶ μὴ κολάσας καταφρονοῦμαι πάλιν. 2.34 καὶ πῶς οἷόντε μέ ἐστι ταῦτα τὰ ἔργα ἀρνήσασθαι; καὶ γὰρ εἰ θέλοιμι ἐπ' ἐρημίας ζῆσαι, ὑπὸ τῶν ὑπασπιστῶν οὐ συγχωροῦ μαι. οὐκ ἔξεστι δέ μοι μᾶλλον, εἰ καὶ ἠδυνάμην, ἀπὸ τούτων δραπετεῦσαι ταῦτα λαχόντι τῇ ψήφῳ. τί οὖν ἀπολογήσομαι τῷ θεῷ, ὃς γενομένῳ τοῦτον ἐπένευσε τὸν κλῆρον; 2.35 σὺ δέ, ὦ πρέσβυτα, κτῆμα τίμιον θεοῦ, ἀνθ' ὧν ὠφέλησάς με καὶ ηὔφρανάς με τοῖς λόγοις τῆς σοφίας σου καὶ ἀπὸ πολέμων ἡμέρωσάς με, δέξαι μου τὰ δῶρα, ἃ ἐνήνοχά σοι, καὶ μή με ἀτι μάσῃς· ἐγὼ γὰρ εὐεργετοῦμαι σοφίαν τιμῶν". 2.36 καὶ ταῦτα εἰπὼν ὁ Ἀλέξανδρος πρὸς τὸν ∆άνδαμιν κατέ νευσε τοῖς οἰκέταις αὐτοῦ. οἱ δὲ προσέφερον αὐτῷ χρυσὸν καὶ ἄργυρον ἐπίσημον καὶ ἐσθῆτα παντοίαν {πολυτελῆ καὶ πρόβατα} καὶ ἄρτους καὶ ἔλαιον. ὁ δὲ ∆άνδαμις ἰδὼν ἐγέλασε καὶ εἶπε τῷ Ἀλεξάνδρῳ· 2.37 "πεῖσον δὴ τὰ ὄρνεα τὰ περὶ τὴν ὕλην κελαδοῦντα λαβεῖν χρυσὸν καὶ ἄργυρον καὶ ἄμεινον ἠχῆσαι· εἰ οὖν ταῦτα οὐ δύνῃ πεῖσαι, οὐδὲ ἐμὲ πείσειας χείρω αὐτῶν γενέσθαι· ὃ γὰρ μήτε ἐσθίων μήτε πίνων οὐ λαμβάνω {οὐδὲ τηρῶ} ἀνωφελές τι κτῆμα, οὐ δὲ τηρῶ ἐπιβλαβὲς ψυχῆς χρῆμα οὐδὲ ἐλεύθερον ἐμὸν βίον ἀπὸ πάσης μερίμνης νῦν δεσμεύσω οὐδὲ μάτην ἐμὴν καθαρὰν διάνοιαν θολώσω· μὴ γένοιτο· ἀλλ' οὔτε ἀγοράσαι τι χρῄζω ἐπ' ἐρημίαις οἰκῶν· τὰ γὰρ πάντα δωρεὰν ὁ θεὸς δίδωσί μοι, καρποὺς εἰς τροφὴν καὶ