αὐτοῖς τὰ ἁμαρτήματα, ὑπὲρ ὧν ἡ θυσία, ἐπηγγέλοντό τε καὶ ἐδόκουν καταπράττεσθαι, ἄνθρωπον δὲ παραλελυμένον οὐδενὶ τρόπῳ κατίσχυον ἐξιάσασθαι. διὸ εὐκοπώτερον ἦν αὐτοῖς λέγειν ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου ἢ ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. ἢ καὶ ἄλλως ἔστιν εἰπεῖν καὶ ἐπιλύσασθαι, ὡς ἑκάτερον μὲν τῆς αὐτῆς ἐστιν ἰσχύος· ἄμφω γὰρ τῆς θείας ἐστὶ καὶ ὑπὲρ ἀνθρώπους δυνάμεως· πλὴν ἐπειδὴ τὸ μὲν παρὰ πόδας ἔχει τὸν ἔλεγχον ἤτοι ἡ θεραπεία τοῦ σώματος, τὸ δὲ ἄδηλον ἔχει τῆς ἐπαγγελίας τὴν ἀπόδειξιν, εἰκότως εὐκοπώτερον ἐρρήθη ἡ τῆς ψυχῆς ἢ ἡ τοῦ σώματος ἴασις. ἔστιν δὲ καὶ ἑτέρως εἰπεῖν· ὅτι νῦν τὸ Ἰουδαίων φῦλον οὐκ ἐνεκάλεσε τῷ Χριστῷ ὡς ἀφιέντι ἁμαρτίας, ἀλλ' εἰπόντι ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἔνθεν καὶ δεῖ ὑποστίζειν εἰς τὸ εὐκοπώτερον, ἀλλ' οὐχὶ εἰς τὸ εἰπεῖν, ἵν' ᾖ τὸ παρὰ τοῦ δεσπότου εἰρημένον ἐν ἐρωτήσει τοιοῦτον, ποῖον δέ ἐστιν εὐκοπώτερον, τὸ εἰπεῖν· ἀφέωνταί σου αἱ ἁμαρτίαι. 37 Mt 9, 13 Τὸ οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἶπεν, ἵνα δείξῃ, ὅτι οὐκ ἦλθον καλέσαι ὑμᾶς τοὺς δικαιοῦντας ἑαυτούς, ἀλλὰ τοὺς ὁμολογοῦντας ἁμαρτωλοὺς εἶναι καὶ πειθομένους τοῖς ἐμοῖς προστάγμασιν. 38 Mt 9, 14 17 Τὸ οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἀκόλουθόν ἐστιν ἐννοεῖν οὐ περὶ τῶν μαθητῶν εἰρημένον, ἀλλὰ περὶ αὐτῶν ἐκείνων τῶν τὴν ἐρώτησιν προσαγηοχότων, ὡσανεὶ ἔλεγεν· οὐχ ὑγιῶς τῇ ἐρωτήσει ἐχρήσασθε· εἰ γὰρ καὶ μηδὲν ὑψηλότερον φαντασθῆναι ἐδυνήθητε, ἀλλ' οὖν ἐχρῆν ὑμᾶς τῆς τοῦ διδασκάλου ὑμῶν μεμνῆσθαι φωνῆς νυμφίον με κηρυττούσης καὶ μὴ ἀπαιτεῖν νηστείας τοὺς ἅμα τῷ νυμφίῳ διαιτωμένους. εἰ δὲ τὴν διάνοιαν κατηρτισμένην εἴχετε τῇ χάριτι, εἶπον ἂν ὑμῖν τὴν ἀκριβεστάτην αἰτίαν τοῦ μὴ δεῖσθαι τούτους νηστείας, ὅτι παρ' οἷς ὁ θεὸς ὡς ἄνθρωπος συνεχῶς ὑπάρχει συνὼν καὶ συναναστρεφόμενος καὶ ῥυθμίζων τὰ ἤθη καὶ ἁγιάζων τὰς διανοίας, οὗτοι νηστείας οὐ δέονται. ἄλλως τε δὲ οὐδὲ πρὸς τοὺς ὑπὲρ ἐμοῦ ἀγῶνας καὶ τὰ ἆθλα οὐδέπω καλεῖ ὁ καιρὸς ἐναποδύεσθαι· ἐὰν δὲ ἀρθῇ ἀπ' αὐτῶν καὶ οὐκ ἔστι σὺν αὐτοῖς σωματικῶς ὁ δεσπότης, ἀλλὰ καὶ τῶν ἄθλων ὁ καιρὸς ἐπιστῇ, τότε καὶ νηστείαις καὶ ταῖς ἄλλαις ταλαιπωρίαις ὑπὲρ τοῦ κηρύγματος ἑαυτοὺς ἐπιδώσουσιν· καὶ ταῦτα ἂν εἶπον ὑμῖν, εἰ τελειοτέρων ἀκούειν ἐδύνασθε, ἀλλ' οὐ λέγω ταῦτα, ὅτι ἔτι ταῖς σκιαῖς καὶ ταῖς παλαιαῖς νομοθεσίαις ὑποκάθησθε καὶ οὔπω δύνασθε συνιέναι τῆς χάριτος τὴν καινότητα καὶ τῆς ἐμῆς παρουσίας τὸ μυστήριον. διὸ οὐδὲ ἐπιβάλλομεν τέως ὑμῖν τοὺς νέους καὶ καινοὺς ἀνοικονομήτους καὶ ἀγνάφους καὶ ἀκατεργάστους λόγους· οὐ γὰρ ὠφελήσομεν, ἀλλὰ μᾶλλον ῥαγήσεται ὑμῖν καὶ τὰ προσόντα πιστὰ καὶ βλαβήσεσθε. ἀσκῶν δὲ καὶ οἴνου μέμνηται, ἐπειδήπερ ὥσπερ ὁ οἶνος τῷ ἀσκῷ, οὕτω καὶ τὰ τῆς χάριτος ἐν τῇ τοῦ νόμου παλαιότητι περιείχετο καὶ κατεκρύπτετο πότιμα μὲν γεγονότα τοῖς πιστεύσασι, διαρρήξαντα δὲ τοὺς ἐν τῇ νομικῇ παλαιότητι διαμείναντας. ἔλεγον γάρ φησιν, οἱ Ἰουδαῖοι ἕως πότε αἴρεις τὴν ψυχὴν ἡμῶν καὶ ἄλλα τοιαῦτα. οὕτως μὲν εἴ τις ἐκλάβοι περὶ τῶν ἐρωτησάντων ταῦτα εἰρῆσθαι· οὐ γάρ μοι δοκεῖ τῶν μαθητῶν ἀσθένειαν πρὸς νηστείαν καταγινώσκειν τὸν δεσπότην καὶ γαστριμαργίᾳ συνειδέναι ἐκείνων, οἵ γε διὰ πολλὴν ἀμέλειαν καὶ τῆς ἀναγκαίας τροφῆς στάχυας τίλλοντες καὶ τότε παρὰ τὴν ὁδὸν τὴν πολλὴν ἔνδειαν παρεμυθοῦντο τῆς φύσεως· εἰ γὰρ καὶ ἀτελεῖς ἐτύγχανον ἔτι οὔπω τοῦ πανα γίου πνεύματος αὐτοῖς ἐν πυρίναις γλώσσαις διανεμηθέντος οὐδὲ διὰ τῆς δεσποτικῆς ἐμπνεύσεως αὐτοῖς ἐναυγασθέντος, ἀλλ' οὖν τῶν μαθητῶν Ἰωάννου καὶ πολλῷ μᾶλλον τῶν Φαρισαίων δῆλον ὅτι τελειότεροι ἐχρημάτιζον. οὕτως μὲν εἰ περὶ τῶν ἐρωτησάντων τις ἐκλάβοι τὸ οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου καὶ τὰ ἑξῆς, εἰ δὲ περὶ τῶν μαθητῶν, οὐκ ἂν φαίην ὡς μὴ δυναμένων νηστεύειν αὐτῶν εἰρῆσθαι ταῦτα, ἀλλ' ὡς μὴ προσῆκον τοὺς μαθητὰς τῆς νέας χάριτος ὄντας μαθητὰς τὰς νηστείας τῶν μαθητῶν Ἰωάννου καὶ τῶν Φαρισαίων ἐπιτελεῖν· δῆλον γὰρ ὡς οὗτοι νηστεύοντες οὐ κατὰ τὸ θέσπισμα τῆς