--- 41 Πρὸς μὲν οὖν τοὺς λέγοντας μίαν πηγὴν τῶν κακῶν ἐξαρκεῖ τὰ εἰρημένα. θεοὶ γὰρ <πάντες καὶ> πηγαὶ πάντων τῶν ἀγαθῶν αἰτίαι, κακοῦ δὲ οὐδενὸς οὔτε εἰσὶν οὔτε μὴ γένοιντό ποτε. εἰ γάρ, <ὡς εἴρηται πρότερον καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης βούλεται, πᾶν> τὸ θεῖον καλόν, σοφόν, ἀγαθόν [Pl. Phaedr. 246dƒe], ἢ παρὰ τὴν αὐτοῦ φύσιν ποιήσει τὴν τῶν κακῶν γένεσιν μηχανώμενον, ἢ πᾶν τὸ ἐκεῖθεν ὑποστὰν ἀγα- θοειδὲς ἔσται καὶ ἔκγονον τῆς ἐν αὐτῷ μενούσης ἀγαθότητος. ἀλλ' οὔτε πυρός <φασι> τὸ ψύχειν, οὔτε ἀγαθοῦ τὸ κακὸν ἀφ' ἑαυτοῦ παράγειν. δυοῖν οὖν θάτερον· ἢ μὴ εἶναι κακὸν <ῥητέον> τὸ κακόν, εἰ θεόθεν, ἢ <καὶ εἶναι καὶ> μὴ θεόθεν εἶναι· δέδεικται δὲ ἔμπροσθεν ὡς ἔστιν. ἄλλα ἄρα τὰ κακῶν αἴτια, καὶ οὐ θεός, <ὥς που καὶ Πλάτων διδάσκει [resp. II 379c]>, τοῖς μὲν ἀγαθοῖς πᾶσιν ἐκ μιᾶς αἰτίας τὴν πάροδον <ὑποτιθείς>, τῶν δὲ κακῶν τὴν γένεσιν ἐπ' ἄλλα πολλὰ αἴτια καὶ οὐ τὸ θεῖον ἀνάγων· πᾶν γὰρ τὸ ἐκεῖθεν ὑποστὰν ἀγαθόν. --- οὗτοι δὲ μακάριοι <καὶ ὄντως εὐδαίμονες> οἱ ἀπὸ θεῶν καὶ τὰ κακὰ κοσ- μεῖσθαι λέγοντες καὶ τὸ ἄπειρον αὐτῶν μετρεῖσθαι καὶ τὸ σκοτεινὸν ὁρίζεσθαι, καθ' ὃ δὴ καὶ ταῦτα μοῖραν τοῦ ἀγαθοῦ δέχεται καὶ λαγχάνει δύναμιν πρὸς τὸ εἶναι· καὶ τὴν ταῦτα κοσμοῦσαν καὶ τάττουσαν αἰτίαν πηγὴν προσειρήκασι κακῶν, καὶ οὐχ ὡς <μητέρα> γεννητικὴν αὐτῶν -οὐ γὰρ ἦν θέμις τὰς πρωτίστας τῶν ὄντων αἰτίας τῆς τῶν κακῶν ἐξάρχειν γενέσεως-, ἀλλ' ὡς τὸ πέρας αὐτοῖς καὶ τὸν ὅρον ἐπιβάλλουσαν καὶ τὸ ἀφεγγὲς αὐτῶν καταλάμπουσαν ταῖς ἑαυτῆς λαμπηδόσι. καὶ γὰρ τοῖς κακοῖς τὸ μὲν ἄπειρον ἐκ τῶν μερικῶν ὑπάρχει αἰτίων, τὸ δὲ πέρας ἐκ τῶν ὅλων. διὸ τοῖς μέν ἐστι κακὸν <ὅ ἐστιν>, αὐτοῖς δὲ τοῖς καθόλου οὐκ ἔστι κακόν. οὐ γὰρ κατὰ τὴν δύναμιν ὑπάρχει αὐτοῖς τὸ ἄπειρον, ἵνα ἂν καὶ κατὰ τὸ ἑαυτῶν ἄπειρον μετεῖχεν τοῦ ἀγαθοῦ, ἀλλὰ δι' ἔλλειψιν δυνάμεως· ῥώννυται δέ πως τῷ ἀγαθῷ τῇ τοῦ πέρατος μεθέξει. 42 <Ἐκεῖνοι μὲν οὖν> ... οὐδὲ τῶν κακῶν τὴν γένεσιν ἄτακτον <εἶναι πεπεισμένοι> καὶ τῆς τούτων τάξεως τὸν θεὸν αἴτιον <πεποιήκασιν>. --- ἐν θεοῖς πάντων τὴν γνῶσιν <ἀπολείποντες> ἀγαθῶν τε καὶ κακῶν, καὶ τοῖς μὲν ἀγαθοῖς αὐτόθεν ἐκ θεῶν <διδόναι> τὴν γένεσιν, τοῖς δὲ κακοῖς καθ' ὅσον ἀγαθοῦ μοῖραν ἔλαχε καὶ ταῦτα καὶ δύναμιν εἰς τὸ εἶναι καὶ πέρας. οὐ γὰρ ἀμιγὲς κακὸν τὸ κακόν, ὥσπερ εἴρηται πολλάκις, ἀλλ' ὡδὶ μὲν κακόν, ὡδὶ δὲ ἀγαθόν· καὶ ὡς μὲν ἀγαθὸν ἐκ θεῶν, ὡς δὲ κακὸν ἐξ <ἄλλης αἰτίας> ἀσθενοῦς· πᾶν γὰρ κακὸν δι' ἀσθένειαν γεννᾶται καὶ ἔλλειψιν, ἐπεὶ καὶ τὸ ἀγαθὸν ἐκ δυνάμεως καὶ ἐν δυνάμει ...· αὐτοῦ γὰρ ἡ δύναμις καὶ ἐν αὐτῷ. καὶ γὰρ εἰ μὲν ἄκρατον ἦν κακὸν τὸ κακὸν καὶ μόνον κακόν, ἄγνωστον ἦν ἂν θεοῖς, ἀγαθοῖς οὖσι καὶ πάντα ἀγαθύ- νειν δυναμένοις, ὅσοις τὸ εἶναι παρ' αὐτῶν, τοῦτο δέ ἐστιν ὅσων ἔχουσι τὴν γνῶσιν, ἐπείπερ αἱ γνώσεις αὐτῶν δραστήριοι δυνάμεις εἰσὶ καὶ ὑποστατικαὶ πάντων, ὧν δὴ καὶ εἶναι λέγονται γνώσεις. ἐπεὶ δὲ ἅμα τὲ κακὸν καὶ ἄλλως ἀγαθόν, καὶ οὐ πῇ μὲν ἀγαθόν, πῇ δὲ κακόν, ἀλλὰ πᾶν ὅ ἐστιν ἀγαθὸν καὶ μᾶλλον ἀγαθὸν ὅτι τῷ παντὶ τοιοῦτον, οὔτε τὴν ἐν θεοῖς γνῶσιν ἀναιρετέον οὔτε τὴν ἐκεῖθεν αὐτοῦ γένεσιν, ἀλλὰ γινώσκουσι οἱ θεοὶ τὸ κακὸν ᾗ ἀγαθὸν καὶ ποιοῦσι. ... καὶ παρ' αὐτοῖς αἱ αἰτίαι τῶν κακῶν δυνάμεις εἰσὶν ἀγαθοποιοί--- 43 Ἀλλά γε ὅτι πρὸς τὰ εἴδη καὶ τὴν τῶν εἰδῶν τάξιν ὁ λόγος μετα- βέβηκε, μήποτε γὰρ καὶ τούτοις τὰ κακὰ καὶ αἱ τῶν κακῶν γενέσεις; ἢ πόθεν καὶ τούτοις τὸ ἀνέκλειπτον; πᾶν γὰρ τὸ ἀεὶ ὂν ἐξ ἀκινήτου τινὸς πρόεισιν αἰτίας καὶ ὡρισμένης. καὶ εἰ τὸ κακὸν ἀΐδιον τὴν θνητὴν φύσιν περιπολοῦν [Pl. Theaet. 176a], τί τὸ ἀΐδιον αὐτοῦ καὶ πόθεν; οὐ γὰρ ἐξ ἄλλης αἰτίας εἴπωμεν ἢ τῆς ἀεὶ ὡσαύτως ἐχούσης καὶ ἀκινήτου φύσεως· <ἀλλ' αὕτη ἡ τῶν εἰδῶν φύσις, καὶ τὸ ἀεὶ ὂν> ἀγαθόν. καὶ τί γὰρ ἂν ἐν τῷ νῷ γίνοιτο μὴ ἀγαθόν; εἰ οὖν ἀγαθὸν <αὐτό>, ἕκαστον τὸ πρὸς αὐτὰ γινόμενον ἀγαθόν-τὸ γὰρ τῷ ἀγαθῷ ὁμοιούμενον ἀγαθόν· τὸ δὲ κακὸν ᾗ κακὸν ὁμοιοῦσθαι τοῖς ἀγαθοῖς οὐ πέφυκε-· καὶ τὸν μὲν ὁμοιούμενον τοῖς νοητοῖς εἴδεσι τέλειον <καὶ εὐδαίμονα> εἶναι φαμέν, τὸν δὲ κακὸν <πᾶν τοὐναντίον>