8
δὲν τῆς εἰς Θεὸν πίστεως ἰσχυρότερον, καὶ δὴ τοῦτο πολλαχόθεν καὶ ἄλλοθεν ἔστι μαθεῖν, οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν τοῦ θεσπεσίου ∆ανιὴλ ῥημάτων. Τὸ γὰρ πιστεῦσαί τε καὶ θαῤῥῆσαι, ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται, καὶ μὴ ἐσθίων τῶν ἐσθιόντων καὶ τρυφώντων, καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλιδῆς, εὐπρεπέστερός τε καὶ περικαλλέστερος φανήσεται καὶ μείζων, ποίαν εὐσεβείας ὑπερβολὴν καταλείπει; Καλῶς δὲ καὶ τῷ πιθανῷ τὴν ἱκετείαν ἐκέρασε· "Πείρασον γὰρ, φησὶ, τοὺς παῖδάς σου ἡμέρας δέκα, 81.1280 καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγώ μεθα, καὶ ὕδωρ πιώμεθα·" καὶ γενοῦ σὺ τῶν προσ ώπων κριτής· κἂν εὕρῃς βλάβην τινὰ γινομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις, ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν. Τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ, καὶ τῶν θείων νόμων φροντίδα, καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν, ὁ δὲ τὴν ἱκετείαν ἐδέχετο. ιδʹ, ιεʹ. "Καὶ εἰσήκουσε γὰρ αὐτῶν, φησὶν, εἰς τὸ ῥῆμα τοῦτο, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. Καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ἑωράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως." Ἔτυχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης, καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμένῳ· τῆς γὰρ θείας χάριτος ἀπολαύσαντες ὤφθησαν ἀμείνους πολλῷ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέ ζης. ι ϛʹ. "Καὶ ἐγένετο Ἀμελάσαρ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν, καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα." Καὶ διπλοῦν ἐκαρ πώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν, ὡς δυνατὸν καὶ νηστείᾳ χρώμενον σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκεί νοις χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν, προ θυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· εἶτα, ἐπειδὴ περὶ ἑαυτοῦ μόνου διηγήσατο, ἀναγ καίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ, καί φησι· ιζʹ. "Καὶ τοῖς παιδαρίοις τοῖς τέσσαρσιν ἔδωκεν αὐτοῖς ὁ Θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμ ματικῇ σοφίᾳ." Οὐ γὰρ ἡ Χαλδαίων, φησὶ, παι δεία συνετοὺς αὐτοὺς ἀπέφηνε, καὶ σοφίας ἁπάσης ἐνέπλησεν, ἀλλ' ἐκ θείας χάριτος καὶ συνέσεως καὶ σοφίας καὶ πάσης ἐπιστήμης ἀξιωθέντες, κρείττους ἁπάντων ἐδείχθησαν. "Καὶ ∆ανιὴλ, φησὶ, συνῆκεν ἐν πάσῃ ὁράσει, καὶ ἐνυπνίοις." Παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα, οὐκ ὄναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν δὲ ἠδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα· τὸ γὰρ συνῆκε τοῦτο παραδηλοῖ. ∆ιδασκόμεθα δὲ κἀντεῦθεν, ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων Θεὸς, ἀλλ' εὐσέβειαν μόνον καὶ φιλοθεΐαν ζητεῖ· κἂν εὕρῃ ταύτην ἐν νέῳ, πολ λῶν τοῦτον προτίθησι πρεσβυτέρων. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ Ἰωσὴφ ἔστιν αὐτὸν εὑρεῖν πεποιηκότα, καὶ ἐπὶ Σαμουὴλ τοῦ προφήτου· παιδίῳ γὰρ ὄντι κομιδῇ νέῳ, καὶ ἐπεφάνη, καὶ τὰς κατὰ τοῦ πρε σβύτου τιμωρίας προαγορεύειν ἐκέλευσεν, εἰς κατ ηγορίαν μὲν τοῦ γεγηρακότος, ἀπόδειξιν δὲ τῆς ἐπ ανθούσης τῷ μειρακίῳ χάριτος. 81.1281 ιηʹ-κʹ. "Καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώπιον Ναβουχοδονόσορ. Καὶ ἐλάλησε μετ' αὐτῶν ὁ βασιλεὺς, καὶ οὐχ ηὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι ∆ανιὴλ, Ἀνανίᾳ, Ἀζαρίᾳ καὶ Μισαήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. Καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ὑπὲρ ὧν ἐζήτησε παρ' αὐτῶν ὁ βασιλεὺς, ηὗρεν αὐ τοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους, τοὺς ὄντας ἐν τῇ βασιλείᾳ αὐτοῦ." Ἀλλ' ὁ μὲν Ἀμελάσαρ ᾔδει τὴν τῶν ἐδεσμάτων διαφορὰν, καὶ ἔμαθε πάντως τῆς θείας χάριτος τὴν ἰσχύν· ὁ δὲ βασιλεὺς ἴσως ἐγνώκει τούτων οὐδέν. Πῶς γὰρ ἔμαθε, τῆς μὲν τροφῆς ὁμοίως παρ' αὐ τοῦ χορηγουμένης, ὑπὸ δὲ τοῦ Ἀμελάσαρ ἀναλισκο μένης; Ἀλλ' ὅμως οὐ σμικρὰν καὶ οὗτος ὠφέλειαν ἐδέξατο, πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν ἐκλε γέντων ἀμείνους εὑρὼν, κάλλει τε καὶ μεγέθει σώματος, σοφίᾳ τε καὶ συνέσει ψυχῆς, ῥυθμῷ τε λόγων καὶ πάσῃ λογικῇ ἐπιστήμῃ. Τὰς δὲ συγκρίσεις οὐχ ἁπλῶς ἐποιήσατο, ἀλλ'