8
εὐεργέτιν θάλασσαν αὐτὴν καὶ τὰ τῶν πλοίων σκάφη. οὐκ ἦν γὰρ ἰσχὺς νυκτὶ καὶ τοῖς βαρβάροις ἄμφω μάχεσθαι καὶ κατασφάττειν πάλιν, εἰ μήπερ αὐτόςθαῦμα καὶ τοῦτο ξένον ἄκουσμα, θερμὸς πᾶσιν ἑστὼς ἱππότης ἐκ τῶν ἀδήλων, ὡς δοκεῖν, ἱππασμάτων, παραινέτης ᾖς καὶ κατάπληξις μόνος καὶ θᾶττον ὥρμας ἐκ φυγῆς πρὸς τὴν μάχην τοὺς ἐκπλαγέντας τῇ κεκρυμμένῃ μάχῃ. Ὡς οὖν στραφέντες εἰς ἀνελπίστους βίας ἔτεινον ἁπλῶς ἠκονημένα ξίφη, ἤχησεν ἀσπίς, ἐκρότησε τὸ κράνος, ἔλαμψεν ἡ νὺξ συμπονοῦσά σοι τότε καὶ πᾶς ἔκειτο Κρητικὸς παρεργάτης εἰς αἷμα νεκρὸς καὶ πνοῆς ἐξηρμένος. οὐκ εἶχε λοιπὸν νὺξ ἀφορμὴν τὸ σκότος ἐν τῇ τοσαύτῃ συμφορᾷ τῶν τῆς Ἄγαρ· ἤριζε ταῖς πρὶν ἡμέραις καὶ τοὺς φόνους πλεῖον προεξέτεινεν ἡμερῶν δέκα. οἱ βάρβαροι δέ, καίπερ ὄντες ἐκ σκότους, κατῃτιῶντο τῷ σκότει τῆς ἑσπέρας καὶ τὴν ῥοδόχρουν εἰς προσευχὴν ἡμέραν ἔστησαν ἐλθεῖν· εἶτα καὶ τοῦ φωσφόρου ἀκτῖσι λευκάναντος ἄρτι γῆς πλάτη, ἀπηυχαρίστουν ταῖς ὁδοῖς τῆς ἑσπέρας καὶ τὴν ποθητήν, ἥνπερ εἶχον, ἡμέραν ἐχθρὸν βδελυκτὸν ἔβλεπον μεμηνότα. Ὡς τοὺς κακῶς τρωθέντας ἐξοπισθίως φεύγοντες ἐξήλαυνον οἱ λελειμμένοι, καὶ γῆ στολὴν εἴληφεν ἐκ τῶν σωμάτων, καινήν, ὑφαντήν, ἐκ ξιφῶν τεθηγμένων· ἐκεῖ τὸν ἵππον ἱππόται θεὸν τότε πρὸ τοῦ πεσεῖν ἔκραζον, οἱ πεπτωκότες τὸν εὐσθενῶς τρώσαντα μὴ βαλεῖν ἔτι. τοὺς οὖν φυγόντας τὴν πικρὰν ταύτην μάχην οὐ μέχρι φημὶ τεττάρων ἢ καὶ δέκα· τοσοῦτον ἦσαν τῆς τελευταίας τύχης, ἐξ ὧν κακῶς ἔπραττον οἱ Κρῆτες τότε. Τίς Ἰδομενεὺς ὁ θρασὺς δημηγόρος, ὁ συστρατηγῶν Ἑλλάδος στρατηγέτῃ, ᾧ τὰς ἀπειλὰς ἐξονειδίζων πάλαι πρὸς τὴν μάχην ἤγειρεν Ἀτρέως γόνος; φθάσας παρελθεῖν εὐτυχὴς ἦν τὸν βίον, ὡς τὴν ἅλωσιν οὐκ ἰδὼν τῆς πατρίδος. Ὡς δὲ τραπέντας εἶδεν ὁ πρῶτος Χάρων, Κρήτης ἀμηρᾶς, ἔνδοθεν πεφραγμένος ἐκ τῶν ἄνω γὰρ ἔβλεπεν πυργωμάτων, λαοῖς κατασχεῖν τὰς πύλας ἐπιτρέπει, καὶ τὸ πρόσωπον χερσὶ τύψας, ὁ δράκων, ἀφῆκε καπνὸν συμφορῶν ἐκ καρδίας· ἧψας γὰρ αὐτοῦ πῦρ, ἄναξ, τοῖς ἐγκάτοις σπινθῆρας αὐτῷ σοὺς ἀφεὶς στρατηγέτας. Ἀγαλλιάσθω πᾶσα Ῥωμαίων πόλις, θάλασσα συγχόρευσον, εὐφραίνου κτίσις· ὁ θὴρ ὁ δεινός, σάρκας ὁ πρὶν ἐσθίων, κοινῶν στερεῖται σιτίων κεκλεισμένος, ὁ μὴ κορεσθεὶς ἐν ῥοαῖς τῶν αἱμάτων, διψᾷ σταλαγμὸν ὕδατος τετηγμένος. οὕτω κακῶς ἔχουσιν οἱ θεαρχίας πράξει πονηρᾷ τὸ τρισέμφωτον κράτος ἐκ τῆς ἑαυτῶν καρδίας ὠθηκότες. Ὡς οὖν ὑπῆρχεν ἔνδοθεν πεφραγμένος, τείχει πεποιθώς, οὐ σθένει στρατευμάτων, ὁ σὸς στρατηγὸς καὶ πάλιν Νικηφόρος κριοῖς, χελώναις, σφενδόναις ἐπιτρέπει βάλλειν τὸ τεῖχος, τὰς ἐπάλξεων βάσεις, τοὺς εἰς τὸ τεῖχος πάντα σὺν προθυμίᾳ ποιεῖν, τελεῖν πράττειν τε τοῖς ἐναντίοις. τούτου λαλοῦντος τῆς ἀηδόνος δίκην, αἰσθητικῆς ἔκαμνε πεντάδος μέτρον· τῶν ὀμμάτων γὰρ κρουνὸς ἔρρει δακρύων, ὀσφρήσεως πῦρ, ἦχος ἐκ τῶν ὠτίων, λόγων δὲ κρουνοὺς ἐξέπεμπε τὸ στόμα καὶ χεὶρ ῥοὰς ἔβλυζε πολλῶν αἱμάτων, ἐκ τῆς στροφῆς πάσχουσα τῶν ἀκοντίων. Οὕτως ἐκεῖνος, ὡς φανῇ σὸς οἰκέτης, ἐπλήττετο ζέοντι καρδίας πόθῳ, πλὴν εἶχε καιρὸν ἐμποδὼν τῶν πραγμάτων, βάλλοντα τοῦτον ἀντὶ μυρίων πόνων. ἦν οὖν βαδίζων, ἦν τρέχων ἄνω κάτω, κλαίων, παραινῶν καὶ παρορμῶν τὸν στόλον· ᾐδεῖτο καὶ γὰρ τοὺς πόνους τοῦ σοῦ κράτους † κενῶς δι' αὐτοῦ μὴ παραβλέψας ὄκνος ἐν τοῖς ἀθέσμοις Κρητικοῖς ἀναπλάσθαι. † ὁ δὲ στρατηγὸς σφενδονοστρόφων, ἄναξ, ποιεῖ γέλωτος ἄξιόν τι καὶ πλέον· ἐν σφενδόνῃ γὰρ νωθρὸν ἐμβαλὼν ὄνον ῥίψαι κελεύει ζῶντα τοῖς ὄνοις ὄνον. οἱ δὲ σταθέντες τῇ πλοκῇ τῶν σφιγμάτων πέμπουσι τὸν δύστηνον αἰθεροδρόμον. ὁ δὲ προηυτρέπιζεν, ἐξήπλου πόδας, εἰς ἀέρα προὔβαινεν ἀγρότης ὄνος. ὁ πρὶν ταπεινὸς ἐν μεταρσίᾳ βάσει, ὁ νωθρὸς ἐν γῇ καὶ χελωνόπους ὄνος, νεφοδρομῶν ἔπληττε τοὺς Κρῆτας τότε. Ξέρξης ἐδείκνυ γῆν ὕδωρ, τὸ πρὶν νέα, καὶ πάντας ἐξέπληττε τοὺς ἐναντίους, ὁ σὸς δέ, παμμέγιστε Ῥωμανέ, στόλος νωθροὺς