This is my God, the Lord of all, who alone stretched out the heaven, and established the breadth of the earth under it; who stirs the deep recesses of the sea, and makes its waves roar; who rules its power, and stills the tumult of its waves; who founded the earth upon the waters, and gave a spirit to nourish it; whose breath giveth light to the whole, who, if He withdraw His breath, the whole will utterly fail. By Him you speak, O man; His breath you breathe yet Him you know not. And this is your condition, because of the blindness of your soul, and the hardness of your heart. But, if you will, you may be healed. Entrust yourself to the Physician, and He will couch the eyes of your soul and of your heart. Who is the Physician? God, who heals and makes alive through His word and wisdom. God by His own word and wisdom made all things; for “by His word were the heavens made, and all the host of them by the breath of His mouth.”12 Ps. xxxiii. 6. Most excellent is His wisdom. By His wisdom God founded the earth; and by knowledge He prepared the heavens; and by understanding were the fountains of the great deep broken up, and the clouds poured out their dews. If thou perceivest these things, O man, living chastely, and holily, and righteously, thou canst see God. But before all let faith and the fear of God have rule in thy heart, and then shalt thou understand these things. When thou shalt have put off the mortal, and put on incorruption, then shall thou see God worthily. For God will raise thy flesh immortal with thy soul; and then, having become immortal, thou shalt see the Immortal, if now you believe on Him; and then you shall know that you have spoken unjustly against Him.
Oὗτός μου θεὸς ὁ τῶν ὅλων κύριος, ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ θεὶς τὸ εὖρος τῆς ὑπ' οὐρανόν, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης καὶ ἠχῶν τὰ κύματα αὐτῆς, ὁ δεσπόζων τοῦ κράτους αὐτῆς καὶ τὸν σάλον τῶν κυμάτων καταπραΰνων, ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων καὶ δοὺς πνεῦμα τὸ τρέφον αὐτήν, οὗ ἡ πνοὴ ζωογονεῖ τὸ πᾶν, ὃς ἐὰν συσχῇ τὸ πνεῦμα παρ' ἑαυτῷ ἐκλείψει τὸ πᾶν. Τοῦτον λαλεῖς, ἄνθρωπε, τούτου τὸ πνεῦμα ἀναπνεῖς, τοῦτον ἀγνοεῖς. τοῦτο δέ σοι συμβέβηκεν διὰ τὴν τύφλωσιν τῆς ψυχῆς καὶ πήρωσιν τῆς καρδίας σου. ἀλλὰ εἰ βούλει, δύνασαι θεραπευθῆναι· ἐπίδος σεαυτὸν τῷ ἰατρῷ καὶ παρακεντήσει σου τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς καὶ τῆς καρδίας. τίς ἐστιν ὁ ἰατρός; ὁ θεός, ὁ θεραπεύων καὶ ζωοποιῶν διὰ τοῦ λόγου καὶ τῆς σοφίας. ὁ θεὸς διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς σοφίας ἐποίησε τὰ πάντα· τῷ γὰρ λόγῳ αὐτοῦ ἐστερεώθησαν οἱ οὐρανοὶ καὶ τῷ πνεύματι αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. κρατίστη ἐστὶν ἡ σοφία αὐτοῦ· ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς φρονήσει, ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύησαν δρόσους. Eἰ ταῦτα νοεῖς, ἄνθρωπε, ἁγνῶς καὶ ὁσίως καὶ δικαίως ζῶν, δύνασαι ὁρᾶν τὸν θεόν. πρὸ παντὸς δὲ προηγείσθω σου ἐν τῇ καρδίᾳ πίστις καὶ φόβος ὁ τοῦ θεοῦ, καὶ τότε συνήσεις ταῦτα. ὅταν ἀπόθῃ τὸ θνητὸν καὶ ἐνδύσῃ τὴν ἀφθαρσίαν, τότε ὄψῃ κατὰ ἀξίαν τὸν θεόν. ἀνεγείρει γάρ σου τὴν σάρκα ἀθάνατον σὺν τῇ ψυχῇ ὁ θεός· καὶ τότε ὄψῃ γενόμενος ἀθάνατος τὸν ἀθάνατον, ἐὰν νῦν πιστεύσῃς αὐτῷ καὶ τότε ἐπιγνώσῃ ὅτι ἀδίκως κατελάλησας αὐτοῦ.