Laudatio Barnabae apostoli Ἀλεξάνδρου μοναχοῦ ἐγκώμιον εἰς τὸν ἅγιον Βαρνάβαν τὸν ἀπόστολον, προτραπέντος ὑπὸ τοῦ πρεσβυτέρου καὶ κλειδούχου τοῦ σεβασ

 ὀνομαζόμενος ὁ ἀπόστολος. Τιμήσωμεν οὖν αὐτὸν κατὰ δύναμιν· τὸ γὰρ κατὰ δύναμιν εἰπεῖν εὐγνωμοσύνης ἀπόδειξις· τὸ δὲ κατ' ἀξίαν λέγειν συγχωρήσωμεν ἔχ

 ἀπόστολον ἐπᾶραι τοῖς ἐγκωμίοις ποθῶν, καὶ οὔπω ἥψατο τοῦ προοιμίου· τοῖς γὰρ ἐπαίνοις ἀπρό σιτος τυγχάνει ὁ θαυμάσιος. ∆ιὸ ἀφέντες ὡς ἀνέφικτον τὸν π

 ἐπεθύμουν ἰδεῖν οἱ πατέρες ἡμῶν· ἰδοὺ γὰρ Ἰησοῦς τίς προφήτης ἀπὸΝαζαρὲτ τῆς Γαλιλαίας ἐστὶν ἐν τῷ ἱερῷ, μεγαλοπρεπῶς θαυματουργῶν, καὶ ὡς τοῖς πολλοῖ

 ἄγροικον καὶ βιοθανῆ. Ὡς δὲ εἶδε τὰ διὰ τῶν ἀποστόλων γινόμενα τῶν θαυμάτων μεγα λουργήματα καὶ τοῦ λαοῦ τὸ πλῆθος τῶν καθ' ἡμέραν προστιθεμένων τῷ λό

 μαχον ὁ κύριος δι' ἑαυτοῦ ἐχειροτόνησεν. Τότε διηγήσατο αὐτοῖς ὁ Παῦλος ὅσα συνέβη αὐτῷ κατὰ τὴν ὁδόν, καὶ ὅτι εἶδε τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ,

 περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον. Ἰδὼν δὲ αὐτοὺς ὁ Μάρκος ὑπὸ πάντων τιμωμένους καὶ ὅτι μετὰ τοσαύτας αἰκίας καὶ κινδύνους ἐρρωμένοι εἰσὶ καὶ ὁλόκλη

 Ἰησοῦ Χριστοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάσσειν καὶ ποιεῖν αὐτὰς καὶ ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος· δεῖ γὰρ πάντας ἡμᾶς παραστῆναι τῷ βήματι τ

 ἀρεσθείς, ἔγνω θεό πνευστον αὐτὴν εἶναι· καὶ χειροτονήσας τὸν Μάρκον, ἀπέστειλεν αὐτὸν ὡς ἱκανώτατον εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον καὶ Λιβύην καὶ

 ἀνακαλέσασθαι αὐτὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας, ὡς δὲ εἶδον αὐτὸν ἀντι λέγοντα καὶ μᾶλλον θρασυνόμενον κατὰ τῆς ὀρθοδόξου πίστεως, τότε ἀπεφήναντο κ

 βασιλεύουσαν καὶ ἐπὶ τοῦ οἰκουμενικοῦ πατριάρχου κριθῆναι πρὸς τοὺς Ἀντιοχείας, ἀπεναρκώθη τῷ φόβῳ, ὑφορώμενος τὰς τοῦ Κναφέως συσκευάς· Ἀνθέμιος δὲ ἦ

 αὐτοῦ καὶ ἐπέτρεψε τῷ πατριάρχῃ διακοῦσαι μετὰ τῆς ἐνδημούσης συνόδου τὰ μεταξὺ τῶν μερῶν καὶ τὸ παριστάμενον διαλαλῆσαι. Τοῦ δὲ συνεδρίου συγκροτηθέν

 Κυπρίους Κωνσταντιεῖς μηνὶ Μεσωρὶ τοῦ καὶ δεκάτου ἑνδεκάτῃ, κατὰ δὲ Ἀσιανοὺς ἤτοι κατὰ Παφίους μηνὶ Πληθυπάτῳ τοῦ καὶ ἐννάτου ἐννεακαιδεκάτῃ, συναγόμε

ἀρεσθείς, ἔγνω θεό πνευστον αὐτὴν εἶναι· καὶ χειροτονήσας τὸν Μάρκον, ἀπέστειλεν αὐτὸν ὡς ἱκανώτατον εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν· ὃς παρα γενόμενος, εὐηγγελίσατο αὐτοῖς τὸν Χριστὸν Ἰησοῦν· πολὺς δὲ ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. Ποιήσας δὲ ἔτη ἐννέα διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ, μαρτυρίῳ ἐτελειώθη καὶ ἐτέθη ἐν Ἀλε ξανδρείᾳ.Μετὰ δὲ πολὺν χρόνον τοῦ χριστιανισμοῦ πλατυνθέντος καὶ χριστιανῶν βασιλέων τῆς Ῥωμαίων ἀρχῆς βασιλευ σάντων, δυνάμεις οὐ τὰς τυχούσας ἐποίει ὁ θεὸς ἐν ᾧ τόπῳ ἀπέκειτο τὸ λείψανον τοῦ ἁγίου ἀποστόλου καὶ γενναίου μάρτυρος Βαρνάβα· πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, παριόντα διὰ τοῦ τόπου, βοῶντα φωνῇ μεγάλῃ, ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ καὶ ὑπὸ ποικίλων νόσων καὶ βασάνων συνεχόμενοι, ἐρχόμενοι παρεκοιμῶντο ἐν τῷ τόπῳ, οἵτινες ἐθεραπεύοντο ἅπαντες· καὶ ἦν χαρὰ μεγάλη ἐν τῇ Σα λαμινέων πόλει· καὶ ὅτι μὲν θεία τίς ἦν δύναμις ἡ ἐνεργοῦσα ἐν τῷ τόπῳ, ἐγίνωσκον, τί δέ ἐστι τὸ αἴτιον τῆς τοσαύτης ἀφθόνου χάριτος, οὐκ ἐγίνωσκον· τὸν δὲ χῶρον ἐκεῖνον τόπον τῆς ὑγείας οἱ ἐγχώριοι ἐπωνόμαζον.Τοῦ δὲ μακαρίου Μαρκιανοῦ καταπαύσαντος τὴν ἀρχήν, παρέλαβε τὴν βασιλείαν ὁ τῆς θείας λήξεως Λέων· τούτῳ ὑπῆρχε γαμβρός, Ζήνων τίς ὀνόματι, Ἴσαυρος τῷ γένει, ὅστις καὶ ἐβασίλευσε μετ' αὐτόν.

Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν εὑρέθη ἐν τῇ εὐαγεστάτῃ μονῇ τῶν Ἀκοιμήτων διάβολος τίς μονάζων, ὥσπερ ἐν ἀποστόλοις Ἰούδας, τοὔνομα Πέτρος, τὸ ἐπιτήδευμα κναφεύς· οὗτος δὲ τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον ἀποστρεφόμενος, τῶν Εὐ τυχιανιστῶν ὑπερεμάχει δογμάτων. Τοῦτον οἱ τῆς ἁγίας μονῆς ἐκείνης, ὡς λυμεῶνα καὶ φθορέα καὶ τῶν ἀποστολικῶν δογμάτων ἐχθρόν, ἐδίωξαν τοῦ μοναστηρίου· αὐτὸς δὲ καταλαβὼν τὴν Κωνσταντινούπολιν, τὸν τῶν κολάκων βίον ἐζήλωσεν, ἐξ οἰκίας εἰς οἰκίαν περιερ χόμενος καὶ γαστριζόμενος· εὑρὼν δέ τινας τῶν ἐν τέλει τῆς βδελυρᾶς αὐτοῦ αἱρέσεως ὄντας, ἐκολλήθη αὐτοῖς καὶ δι' αὐτῶν γίνεται γνώριμος τῷ γαμβρῷ τοῦ βασιλέως, πατρικίῳ ὄντι τὸ τηνικαῦτα καὶ κόμητι ἐξκουβιτόρων· καὶ περιθέμενος εὐλαβείας πρόσωπον, ἦν σὺν αὐτῷ ἀδιαλείπτως, μὴ τολμῶν δημοσιεῦσαι τὴν ἰδίαν ἀσέβειαν. Ἀπαίροντι δὲ τῷ Ζήνωνι ἐπὶ τὰ μέρη τῆς ἀνατολῆς, συνείπετο ὁ Κναφεὺς ἕως Ἀντιοχείας. Εὑρὼν δὲ ἐκεῖ πολλοὺς τῶν Ἀπολιναριστῶν, κατὰ τοῦ πατριάρχου λοιπὸν ἐνεανιεύσατο, διεγείρων κατ' αὐτοῦ τοὺς ἀτάκτους τοῦ λαοῦ καὶ λοιδορῶν τὴν ἐν Καλχηδόνι σύνοδον καὶΝεστοριανὸν καλῶν τὸν πατριάρχην. Ἐν πολλῇ δὲ ἀκαταστασίᾳ καὶ θορύβῳ τῆς Ἀντιοχέων ὑπαρχούσης, προσῆλθεν ὁ Κναφεὺς τῷ κόμητι, μετὰ δόλου λέγων· " ̓Εὰν μὴ διαδεχθῇ ὁ ἐπίσκοπος τῆσδε τῆς πόλεως, ἀμήχανον ἡσυχίαν ἄγειν τὸν δῆμον." ἅμα καὶ ταξάμενος αὐτῷ χρυσίου ποσότητα πολλήν, εἴπερ τύχοι τοῦ αἰ τουμένου· ἐξέφανε γὰρ αὐτῷ καὶ τοῦ ἰδίου σκοποῦ τὰ κεκρυμμένα. Τότε πείθει ὁ Κναφεὺς τοὺς τὰ ὅμοια αὐτῷ νοσοῦντας καί τινας θυμελικοὺς καὶ ἑτέρους τῶν δημοτῶν πονηροὺς ἄνδρας, καὶ ἀναφέρει τῷ βασιλεῖ, πάνδεινα κατὰ τοῦ ἐπισκόπου ψευδόμενος· ἀλλ' οὐδὲν ὤνησεν ἡ αὐτοῦ δεινότης, τοῦ βασιλέως τῶν ἀποστολικῶν δογμάτων ὑπερασπίζοντος.Τοῦ δὲ τὰ τῇδε καταλείψαντος καὶ εἰς τὴν ἀγήρω βασιλείαν μετατεθέντος, τῆς βασιλείας διάδοχος γίνεται ὁ Ζήνων. Εὐθέως δὲ οἱ προειρημένοι Ἀντιοχείας δεητικὸν ἀνήγαγον τῷ βασιλεῖ, αἰτούμενοι τὸν Κναφέα ἐπίσκοπον· ὃ δὴ καὶ γέγονε, τοῦ χρυσίου πείθοντος πάντας τοὺς τῆς βασιλικῆς αὐλῆς εἰς τὴν ὑπὲρ αὐτοῦ συνηγορίαν.Εὐθέως οὖν ἅμα τῇ χειροτονίᾳ ἀνεθεμάτισε δημοσίᾳ τὴν ἁγίαν ἐν Καλχηδόνι σύνοδον· θέλων δὲ ἀρέσαι τοῖς Ἀπολιναρισταῖς, θεοπασχίαν νοσοῦσι, καινοτομίαν κα κίστην ἐπενόησε τοῦ εἰπεῖν ἐν τῷ Τρισαγίῳ ἐπὶ τέλει τοῦ ὕμνου· "Ὁ σταυρωθεὶς δι' ἡμᾶς." Ταῦτα μαθόντες οἱ ἅγιοι ἐπίσκοποι καὶ πατέρες ἡμῶν, διηγέρθησαν γενναίως κατὰ τῆς αὐτοῦ κακοδοξίας· καὶ πρῶτον μὲν ἐπειράθησαν διὰ παραινετικῶν γραμμάτων

9