De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
λιτρῶν ἀργύρου, καὶ μεθὸ δέξηται, ἀντιχαρίζεται αὐτοῖς τὸ πιττάκιον, καὶ οὕτως εἰσέρχεται δηριγευόμενος ὑπὸ πάντων, καὶ συντάσσονται οἱ ἔπαρχοι 416 καὶ ὁ ἔπαρχος ἐν τῷ κονσιστωρίῳ κατὰ τὸ ἔθος. οἱ δὲ συγκλητικοὶ καὶ πάντες οἱ ἄρχοντες ἵστανται, καὶ εἰσέρχεται εἰς τὸ κουβούκλειον μετὰ τῶν πατρικίων, καὶ ἐκεῖ συντάττονται οἱ πατρίκιοι καὶ ἐξέρχονται, καὶ δίδονται μίσσαι. δεῖ δὲ εἰδέναι, ὅτι ὅρκον οἱ ἄρχοντες τοῦ παλατίου παρέχουσιν, ὡς οὐκ ἐπιβουλεύουσιν αὐτῷ ἢ τῇ πολιτείᾳ, καὶ τὸ περὶ τούτου ὁρκοσκοπικὸν φυλάττεται παρὰ τῷ βασιλεῖ· ἐὰν δὲ εἴη αὐγούστα ἐν τῷ παλατίῳ, ἀπαντᾷ τῷ βασιλεῖ ἐν τῷ παλατίῳ, ἤτοι ἐν τῷ αὐγουσταίῳ ἔσω, καὶ ὁ βασιλεὺς φιλεῖ τὴν κεφαλὴν αὐτῆς· καὶ τρέφει ὁ βασιλεὺς ἐν τῷ μεγάλῳ τρικλίνῳ, ἐν μὲν τῷ ἰδίῳ αὐτοῦ ἀκουβίτῳ τοὺς πραιποσίτους καὶ πατρικίους, οὓς βούλεται, καὶ τοὺς ἐπάρχους καὶ τὸν μάγιστρον, ἐν δὲ τοῖς ἄλλοις ἀκουβίτοις τοὺς στρατιώτας, οὓς ἂν κελεύσει, ἢ ἄρχοντας στρατιωτικούς. εἰσέρχονται δὲ καὶ παίγνια ἐν τῷ ἀρίστῳ, ἐὰν συνίδῃ ὁ βασιλεύς. χρὴ εἰδέναι, ὅτι ἀπὸ Ἑλενιανῶν ἕως τῆς πόρτης δύο κόμητες σχολῶν κρατοῦσι τὰ μῆλα τῆς καρούχας, ἀπὸ δὲ τῆς πόρτης ἕως τοῦ φόρου δύο κόμητες δομεστίκων, ἀπὸ δὲ τοῦ φόρου ἕως τοῦ παλατίου δύο ἀπὸ ὑπάτων στρατιωτικοὶ κατὰ τὸ σχῆμα τὸ λεχθησόμενον ἐν τοῖς περὶ τοῦ Μαρτίου γεγραμμένοις. εἰ δὲ βούλεται ὁ βασιλεὺς, ἀναχωρῶν ἐκ τῆς ἐκκλησίας ποιεῖ κονσιστώριον, καὶ δέχεται πάντας ἀπὸ λευκῶν χλανιδίων 417 καὶ τζαγγίων διὰ τὸ ὡς ἀπὸ προκένσου ἐλθεῖν, καίτοι τοῦ βασιλέως καμπάγια φοροῦντος, καὶ κιτεύονται οἱ ἄρχοντες, καὶ ποιεῖ προαγωγὰς, ἃς βούλεται. δεῖ δὲ ἐν τῷ ἀρίστῳ πάντας καμπάγια φορέσαι καὶ λευκὰ χλανίδια, καὶ οὕτως συναριστῆσαι αὐτῷ. τῇ δὲ ἑξῆς ἱππικὸν ἐπιτελεῖται, ἐὰν ἡ ἡμέρα μὴ κωλύει, πάντων ὁμοίως λευκὰ χλανίδια καὶ καμπάγια φορούντων, καὶ πάλιν τρέφει, ἐὰν ἀρέσκει αὐτῷ. καὶ ταῦτα μὲν ἡ ἀρχαιότης. νῦν δὲ ἐπενοήθη καὶ ἐν τῷ ἱππικῷ τὰς ἀναγορεύσεις γίνεσθαι. ἀναγκαῖον δὲ ἐνομίσαμεν καὶ ἑτέρων βασιλέων ἀναγορεύσεις ἐν ἐπιτόμῳ γράψαι, ἵνα ἕκαστος τὸ εὐτακτότερον καὶ ἀρέσκον αὐτῷ, καιροῦ γινομένου, (ὅπερ βραδέως ὁ Θεὸς ποιήσει,) ἐπιλέξηται.
ΚΕΦ. ϟβʹ. Ἀναγόρευσις Ἀναστασίου βασιλέως τοῦ τῆς θείας λήξεως.
Ὁ τῆς εὐσεβοῦς λήξεως Ἀναστάσιος ἐν τῷ ἱππικῷ ἀνηγορεύθη οὕτως. ἀποθανόντος Ζήνωνος τοῦ τῆς θείας λήξεως, ἐν τῇ νυκτὶ τῇ ἑξῆς συνήχθησαν οἱ ἄρχοντες καὶ οἱ συγκλη 418 τικοὶ καὶ ὁ ἐπίσκοπος ἐν τῷ πορτίκῳ τῷ πρὸ τοῦ μεγάλου τρικλίνου, ὁ δὲ δῆμος ἐν τῷ ἱππικῷ ἐν τοῖς ἰδίοις μέρεσιν, οἱ δὲ στρατιῶται καὶ αὐτοὶ ἐν τῷ ἱππικῷ ἐν τῷ στάματι. καὶ πάντες συναχθέντες ἐξεβόων, τοῦ λειψάνου ἔτι ἔσω κειμένου. συνεῖδον οὖν οἱ ἄρχοντες Ἀριάδνην τὴν τῆς θείας λήξεως αὐγούσταν ἀνελθεῖν εἰς τὸ ἱππικὸν καὶ προσφωνῆσαι τῷ δήμῳ. καὶ δὴ ἀνῆλθεν φορέσασα τὴν χλαμύδα, καὶ συνεισῆλθον αὐτῇ οἱ δύο πραιπόσιτοι καὶ ὁ μάγιστρος καὶ ὁ καστρήσιος καὶ ὁ κυαίστωρ καὶ οἱ ἄλλοι πάντες, ὅσοι ἔθος ἔχουσιν συνθεωρεῖν τῷ βασιλεῖ ἐν ταῖς ἱπποδρομίαις. συνεισῆλθον δὲ ἐν τῷ ἱππικῷ καὶ κουβουκλάριοι ὀλίγοι τοῦ μέρους αὐτῆς, οὐ μὴν ἀλλὰ καὶ ὁ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Εὐφήμιος. οἱ δὲ ἄλλοι ἄρχοντες ἐμπρὸς ἔστησαν, ἔνθα οἱ κούρσωρες ἐν τῷ καγκέλλῳ, καὶ ἐν τοῖς βάθροις κατὰ τάξιν, οἱ μὲν χαρτουλαρικοὶ ἐκ τῶν δεξιῶν, οἱ δὲ στρατιωτικοὶ ἐκ τῶν ἀριστερῶν. καὶ ὡς ἔστη ἡ αὐγούστα καὶ ἐφάνη τῷ δήμῳ, πάντες ἔκραξαν· "Ἀριάδνη αὐγούστα, σὺ νικᾷς· εὐσεβῆ Κύριε, ζωὴν αὐτῇ·" καὶ πολλάκις τὸ "Κύριε, ἐλέησον" εἶπον, "πολλὰ τὰ ἔτη τῆς αὐγούστης· ὀρθόδοξον βασιλέα τῇ οἰκουμένῃ." ἡ δὲ αὐγούστα προσεφώνησεν αὐτοῖς διὰ λιβελλησίων ἐξ αὐτῶν τῶν βάθρων. ὁ γὰρ λιβελλήσιος ἐν αὐτοῖς τοῖς βάθροις ἱστάμενος ἐν τῷ καγκέλλῳ ἐμπρὸς τῆς 419 σέλλης, ἔνθα ἵστανται οἱ κούρσωρες, ἀνέγνω οὕτως· "ἡ ὑμετέρα γενναιότης τὰ πρέποντα καὶ νῦν τῇ καθοσιώσει συνήθως ἐπεδείξατο καὶ τὴν εὐταξίαν ἐβεβαίωσεν, τὰ ὀφειλόμενα τῇ βασιλείᾳ φυλάξασα." παρὰ πάντων ἐβοήθη· "ἡμεῖς δοῦλοι τῆς αὐγούστης· εὐσεβῆ Κύριε, ζωὴν αὐτῇ· πολλὰ τὰ ἔτη τῆς αὐγούστας· Ἀριάδνη αὐγούστα, σὺ νικᾷς· Ῥωμαίων βασιλέα τῇ οἰκουμένῃ." ἀπόκρισις· "ὅτι καὶ πρὸ τῶν ὑμετέρων αἰτήσεων ἐκελεύσαμεν τοῖς ἐνδοξοτάτοις ἄρχουσι καὶ τῇ ἱερᾷ συγκλήτῳ μετὰ κοινῆς τῶν γενναιοτάτων δοκιμασίας ἄνδρα ἐπιλέξασθαι Χριστιανὸν