De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
δὲ αὖ· "Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος." Καὶ ταυτὶ μὲν δὴ περὶ τοῦ Μονογενοῦς οὔπω νοουμένου μετὰ σαρκός. Περὶ δὲ τοῦ αὐτοῦ καθ' ἡμᾶς ἤδη γεγεννημένου καὶ ἐν σαρκί· "Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν Υἱός, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν." Ἆρ' οὐκ ἀραρότως κατά γε τὸ ἐξ ἀμφοῖν δηλούμενον ἑαυτῇ διαμαχεῖται τῶν πραγμάτων ἡ φύσις; Τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρός, ὁ τῆς θείας ἡμῖν ὑποστάσεως χαρακτήρ, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ζῶν τε καὶ ἐνεργὴς καὶ τομώτατος Λόγος, δεήσεις λέγεται καὶ ἱκετηρίας ἀνασχεῖν, καὶ τοῦτο δεδακρυμένος, ὡς ἂν διακρούσαιτο τοῦ θανάτου τὴν ἔφοδον· ἀλλ' "ἐν ταῖς ἡμέραις, φησί, τῆς σαρκὸς αὐτοῦ," τουτέστιν ὅτε Θεὸς ὢν ὁ Λόγος, γέγονε σάρξ, κατὰ τὰς Γραφάς, καὶ οὐκ ἐν ἀνθρώπῳ γέγονε, καθὰ καὶ ἐν τοῖς ἁγίοις, οἷς κατὰ μέθεξιν ἐναυλίζεται, τὴν διά γέ φημι τοῦ ἁγίου Πνεύματος. ∆ιττὸς οὖν ἄρα ἐστὶν ὁ ἐφ' Υἱῷ λόγος. Ἀναθετέον δὴ οὖν ὡς Θεῷ τὰ τοῦ Θεοῦ καὶ ὡς καθ' ἡμᾶς γεγονότι τὰ καθ' ἡμᾶς, τουτέστι τὰ ἀνθρώπινα. Τὴν δὲ ἄρρυθμόν τε καὶ οὐκ εὐκρινῆ τῶν πραγμάτων ἀνάχυσιν εὖ μάλα παραιτητέον, τὴν ἀκριβῆ καὶ ἐξητασμένην τῶν νοημάτων κατάληψιν ὑποκλέπτουσαν καὶ τῆς ἀληθείας τὸ κάλλος οὐ μετρίως παραπημαίνουσαν. {Β.} Εὖ λέγεις. {Α.} Ὅταν οὖν λέγηται μεσίτης, οὐχ ὁριστικὸν τῆς οὐσίας τοῦ Μονογενοῦς οἰηθείη τις ἂν εἶναι τοὔνομα· πολλοῦ γε καὶ δεῖ· περιτρέψειε δ' ἂν μᾶλλον αὐτὸ εἰς ὑπακοὴν τοῦ Χριστοῦ. Καθαιρήσει γὰρ οὕτω λογισμοὺς ἀσυνέτους, "καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίσει πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Θεοῦ," καθὰ γέγραπται. {Β.} Ἀληθὴς ὁ λόγος. Ἀλλ', ὦ γενναῖε, τούτων μὲν ἅλις, ἐπείτοι γε μηδὲ ἀμφίλογα. Ἥδιστα δ' ἄν σου διαπυθοίμην 399 τῆς τοῦ Υἱοῦ μεσιτείας τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος. Τουτὶ γὰρ ἕωλον ἀποφανεῖ τῶν ἑτεροδόξων τὸν ἀπατεῶνα λόγον. {Α.} Ἴτω δὴ οὖν εἰ δοκεῖ, καὶ τετράφθω νυνὶ πρὸς τοῦτο ἡμῖν ὁ λόγος. Ἐκβασανιστέον δὲ καὶ πρό γε τῶν ἄλλων πότε τὸν Υἱὸν ἐν μεσίτου τάξει τέθεικεν ἡ Γραφή. Ἔφη τοίνυν ὁ Παῦλος ὅτι "Μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν," καιρὸν οὐχ ἕτερον, οἶμαι, πρέπειν τῇ τοῦ Υἱοῦ μεσιτείᾳ διοριζόμενος πλὴν ὅτι τὸν ἐν ἐσχάτοις, ὅτε, καθά φησιν αὐτός, "ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών," καίτοι Θεὸς ὢν καὶ Κύριος, ἵν' ἡμᾶς δι' ἑαυτοῦ κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀποκα ταλλάξῃ τὰ πάντα, κατὰ τὸ γεγραμμένον, "εἰρηνοποιήσας διὰ τοῦ σταυροῦ τά τε ἐν οὐρανῷ τά τε ἐπὶ τῆς γῆς," μεσιτεύων ὡς ἄνθρωπος. "∆εόμεθα γοῦν ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ," τὸ Χριστοῦ πρόσωπον ἀναλαβὼν ἔφη πάλιν ὁ Παῦλος. Ἐπειδὴ γὰρ οἱονεί πως γυμνῇ καὶ ἀκράτῳ τῇ τῆς θεότητος δόξῃ προσβαλεῖν οὐχ οἵα τε ἦν ἡ ἀνθρώπου φύσις, διὰ τὴν ἐνοῦσαν ἀσθένειαν, ὑπέδυ χρησίμως τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὁ Μονογενής, ὡς ἂν τὴν ἀπόρρητον τοῦ Θεοῦ καὶ Πατρὸς διεκκαλύπτων θέλησιν, πνευματικοὺς ἀποδείξῃ προσκυνητάς, οὐ τύπων ἀποσκιάσμασι προσκειμένους ἔτι, καὶ τὸν οὐδὲν τελειοῦν ἰσχύοντα προσιε μένους νόμον, ἀλλ' ἵν', ἐπείπερ ἐστὶ πνεῦμα ὁ Θεός, ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ ἡμεῖς αὐτοὶ προσκυνεῖν τε ἅμα καὶ λατρεύειν ἐπειγώμεθα. Ἦ γὰρ οὐχὶ καὶ αὐτὸς ἡμῖν ὁ πανάριστος Ἠσαΐας παιδίον γεγεννῆσθαί φησιν Υἱόν, καὶ καλεῖσθαι τὸ ὄνομα αὐτοῦ "μεγάλης βουλῆς Ἄγγελον;" {Β.} Ἄριστα ἔφης. Εἰ δὲ δὴ πρὸς τούτοις ἕλοιο πληρο φορεῖν εὖ μάλα, καί τι τῶν ἀρχαιοτέρων παρατιθεὶς εἰς παράδειγμα τῆς Χριστοῦ μεσιτείας, ὡς πλείστην ὅσην εἰδείην ἂν εὖ