1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

9

σύνηθες. Πλὴν φυλάσσεσθαι μόνον ἦν τὸ κακὸν ἐπιὸν καὶ μὴ προσχωρεῖν σφᾶς ἔτι, μηδὲ περιγίγνεσθαι, μηδ' αὐτοὺς ζητεῖν κακοῦν τὴν ἐκείνων κατατρέχοντας, 35 ἀλλ' ἑαυτοὺς συντηρεῖν ἐπὶ τῆς οἰκείας μένοντας, ὡς μαχουμένων μέν, ὅτ' ἐκεῖνοι ἐπὶ μέσου τῆς ἡμετέρας τὸν πόλεμον ἐξενέγκαιεν, μὴ μαχουμένων δέ, εἰ μὴ ἐκεῖνοι θέλοιεν πολεμεῖν. Ἐπεὶ δὲ καὶ περὶ ταύτας οἱ ἄρχοντες ἐγλισχρεύοντο, καὶ μόλις καὶ ὑπερήμερον καὶ παρὰ τὸ ἀρχαῖον μεῖον ἦν τὸ διδόμενον, ἐφ' ᾧπερ καὶ οἱ κατὰ καιροὺς τῶν στρατευμάτων ἡγεμόνες μερίτας ἐκ κλεμμάτων ἑαυτοὺς εἰσῆγον, ἀπώλετο μὲν ἡ πληθὺς ἐκείνων, τῶν μὲν ἔργον μαχαίρας γεγονότων, τῶν δὲ καὶ προσχωρησάντων τοῖς ἐναντίοις, ἄλλων δὲ καὶ ἀλλαχοῦ που, ἐπεὶ οὐκ ἦν ἐκεῖσε προσμένουσι φευκτὰ τὰ δεινά, μετοικησάντων καὶ ὡς εἶχον διαγαγόντων τὸν βίον, κατὰ πολλὴν δὲ τοῦ κωλύσοντος ἐρημίαν κατέσχον οἱ ἐναντίοι τὰ ὀχυρώματα, ἐξ ὧν καὶ κατατρέχειν οἷοί τ' ἦσαν, ὁσάκις ἦν αὐτοῖς βουλομένοις, καὶ κακῶς ποιεῖν οὐχ ὅπως τοὺς προσχώρουςτούτους γὰρ εἶχον αὐτόθεν, ἀλλὰ καὶ ὧν ἐς μακρὰν ἀπεῖχον. Τοῖς δὲ τῶν Ῥωμαίων στρατεύμασιν ἀσχολίαν παρεῖχον οὐ τὴν τυχοῦσαν, πρὸς ἐκείνους ἐφ' ᾧπερ ἐπίσχειν ἐς ἀεὶ ῥέπουσι καὶ τῶν ἄλλων ἀφεμένοις, οὐκ ὀλίγης χρῃζόντων ἐπικουρίας, καὶ μᾶλλον τῶν πρὸς δύσιν, ἃ δὴ καὶ κενωθέντων τῶν ἀνατολικῶν ἐκεῖσε τάξεων πρότερον ἢ ταῦτα γενέσθαι, μὴ ὅτι γε τὰ ἑῷα προσεζημίουν, ἀλλὰ καὶ καθ' αὑτὰ ἀπόρως εἶχον, τῶν δυτικῶν ποτὲ μὲν ἐφ' ἡμᾶς, ποτὲ δ' ἐπ' ἐκείνους τρεπομένων, καὶ τῇ τῆς γνώμης ἀστασίᾳ τριβὴν ἐμποιούντων καὶ ἀμφοτέροις, ὡς, παρόντων μὲν τῶν στρατευμάτων, χωρὶς ὑποκλίνειν ἀνάγκης, ἀνακωχῆς δὲ γενομένης ἐπὶ σμικρόν, πρὸς θάτερα αὖθις ῥᾳδίως τρέπεσθαι, εἰ μόνον ἴοιεν μεθ' ὅπλων ἐπ' αὐτούς. Οὕτω δ' ἐχόντων τῶν τῆς ἀνατολῆς καὶ οὕτω τῶν δυσχερῶν ἐπιόντων, ἐς ὃ τύχης ὕστερον τἀκεῖθι πράγματα προὔβησαν ἐσαῦθις ἐροῦμεν, προσθέντες καὶ τὰς αἰτίας· τέως δ' οὖν ἐπαναλαβόντες τὸν λόγον, τὴν ἀρχήν, ἐξ οὗπερ καὶ οὐ χεῖρον ἄρχεσθαι, καταστήσομεν. 37

ζʹ. Ὅπως ἐπὶ βασιλέως τοῦ Ἰωάννου ἐπὶ τῇ εἰς βασιλεῖς πίστει ὁ Παλαιολόγος Μιχαὴλ κατησφαλίζετο. Ἤδη μὲν αὐτοκρατοῦντος μετὰ πατέρα τοῦ Λάσκαρι Θεοδώρου, ὁ ἐπὶ θυγατρὶ αὐτανεψίου ἐκείνου γαμβρὸς ὁ Παλαιολόγος Μιχαὴλ τῷ τοῦ μεγάλου κονοσταύλου διέπρεπεν ἀξιώματιτὸ δ' ἀξίωμα προνόμιον εἶχεν ἐκ παλαιοῦ εἰς χεῖρας ἄγειν τὸν ἔχοντα τοῦτο ἅπαν τὸ ἐξ Ἰταλῶν στρατιωτικὸν καὶ ὑπήκοον, ὕποπτος μὲν εἰς βασιλείαν ἀεί ποτ' ὢν καὶ δῆλος, ἐξ ὧν ὑποκαθημένως εἶχε, νεωτερίσων, εἰ καιροῦ λάβηται, τὰ πιστὰ δὲ δοὺς τῷ τοῦ κρατοῦντος πατρὶ ἀσφαλέσιν ὅρκοις καὶ δὴ καὶ ἀρχιερατικαῖς ἐμπεδωθεὶς ἀφοριζούσαις τῶν πιστῶν ἐκεῖνον ἀραῖς, εἴ που καὶ ἀποστατεῖν προαιροῖτο καὶ δυσνοεῖν ὅλως τοῖς βασιλεύουσι. Καὶ ταῦτ' ἐπράττετο, ὅτε, τὴν τῶν δυσικῶν ἐμπεπιστευμένος παρὰ τοῦ βασιλέως ἀρχήν, αἰτίαν ἔσχε τοῦ συνθήκας ποιεῖν δι' ἀπορρήτων πρὸς τὸν δεσπότην τῶν δυσικῶν Μιχαὴλ τὸν Ἄγγελον, ἐφ' ᾧ κατεγγυῆσαι μὲν τὸν δεσπότην ἐκείνῳ τὴν ἰδίαν παῖδα πρὸς γάμον, αὐτὸν δὲ παραδοῦναι τὴν τοῦ βασιλέως χώραν καί, ὑπ' ἐκείνῳ γενόμενον, συμπράττειν ὡς εἰκὸς τὴν ἀρχὴν τῷ δεσπότῃ καὶ πενθερῷ. Προσαγγελθεὶς δ' ἐπὶ τούτῳ πρὸς βασιλέα πρὸς οἰκέτου, ᾧ δὴ καὶ τὰ τῆς βουλῆς, ὡς ἐκεῖνος κατηγορῶν ἔλεγε, προσανετίθετο, ἀνήρπαστό τε τὴν ταχίστην, παραλυθεὶς τῆς ἀρχῆς, καὶ τῇ φυλακῇ σιδη ρόδετος ἐρριπτεῖτο. Μὴ δήλου δὲ γενέσθαι δυναμένου τοῦ κατηγορήματος, ἄδηλον ὂν εἴτ' ἀληθεύοι ὁ προσαγγέλλων, ὡς ἐκεῖνος ἰσχυρίζετο, εἴτε συκοφαντοίη, ὡς ὁ Παλαιολόγος ἀντεπιφέρων ἕτοιμος ἦν ὑπὲρ ἀληθείας μονομαχεῖν κατά τι κρατῆσαν ἐπὶ τοῖς ἀδήλοις τῶν προσαγγελιῶν ἀρχαῖον ἔθος τοῖς 39 βασιλεῦσιν, ὅμως τὴν ὑποψίαν οὐκ εἶχε διολισθαίνειν καὶ τὸ τῆς ἀπιστίας ἔγκλημα εἰς τέλος διαδιδράσκειν, ἀλλ' ἐφ' ἱκανὸν χρόνον τῇ φυλακῇ κατείχετο δέσμιος, καὶ ἡ ὑποψία προσῆν. Ὡς δ' οὐ χρῆν ὑπὲρ ἐκείνου ἄλλον τολμᾶν καὶ πρεσβεύειν τῷ βασιλεῖ, ὁ τηνικάδε πατριαρχεύων Μανουήλ, ἐπὶ μησὶ πλείστοις