1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

9

4.53t Οὐ παρὰ βωμὸν δεῖ τὰς ἐπινοίας: ὅτι πρὸ τῶν πραγμάτων δεῖ βουλεύεσθαι καὶ μὴ ἐν αὐτοῖς τοῖς πρά γμασιν. ὥσπερ καὶ οἱ τὰ ἱερεῖα προσάγοντες οὐ μετὰ τὸ θῦσαι βουλεύονται. 4.54 Οὐκ ἂν αὖθις ἀλώπηξ: λείπει τὸ ἁλώσεται. αὕτη γὰρ ἅπαξ διαφυγοῦσα πάγας, οὐ δευτέρως ἁλίσκεται. 4.55 Ὄνος ἄγει μυστήρια: ἐπὶ τῶν ἀναξίως τι βαστα ζόντων. 4.56 Ὄνου γνάθοι: εἰς πολυφάγον. 4.57 Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι: τόποι δύσβατοι. λέγεται οὖν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων. 4.58 Οἱ μὲν γὰρ οὐκέτ' εἰσίν· οἱ δ' ὄντες κακοί. 4.59 Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ ἐνθάδε: ἐπὶ τῶν ὅπου μὴ προσήκει τοὺς τρόπους ἐπιδεικνυμένων. Μιλήσιος γὰρ ἐλθὼν εἰς Λακεδαιμονίους ἐδημηγόρησε πολλὰς τρυφὰς ἔχων· διὸ καὶ ἤκουσε ταῦτα. 4.60 Οἶνος ὦ παῖδες ἀλήθεια. 4.61 Ὄνος εἰς ἄχυρα. 4.62 Οὔθ' ὕεται οὔθ' ἡλιοῦται: ἐπὶ τῶν ἀναισθήτων. 4.63 Οὐκ ἐπαινεθείης οὐδὲ παρὰ δεῖπνα: ἐπὶ τῶν φαυλοτάτων καὶ οὐδενὸς ἀξίων. εἰώθασι γὰρ ἐν τοῖς ἐπὶ τῶν ἀποθανόντων δείπνοις αὐτοὺς ἐπαινεῖν κἂν ἔτυχον ὄντες φαυλότατοι. 4.64 Οἴκοθεν ὁ μάρτυς: ἐπὶ τῶν καθ' ἑαυτῶν φερόντων μάρτυρας. 4.65 Ὄνος ἐν μελίσσαις: ἐπὶ τῶν ἐν κακοῖς περιπεσόντων. 4.66 Ὄνος λύρας ἀκούων: ἐπὶ τῶν ἀξυνέτων. 4.67 Ὄνῳ τις ἔλεγε μῦθον· ὁ δὲ τὰ ὦτα ἐπέσειεν: ἐπὶ τῶν ἀνοήτων. 4.68 Ὁ κνὶψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως μεταπιπτόντων. κνὶψ γὰρ θηρίον ξυλοφάγον. 4.69 Οἴκοι γενοίμην: ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων. 4.70 Ὀστράκου μεταπεσόντος: ἐπὶ τῶν ἀπροφασίστως μεταβεβλημένων. 4.71 Ὀρνίθων γάλα. 4.72 Οὐδὲν πρὸς ἔπος. 4.73 Οὐδὲν πρὸς τὴν χορδήν. 4.74 Οὐδὲ κύων παύσαιτ' ἂν ἅπαξ σκυτοτραγεῖν μαθοῦσα. 4.75 Οὐδ' ἴκταρ βάλλει: ἀντὶ τοῦ· οὐδ' ἐγγύς. 4.76 Οὐδέποτ' ἴσχει ἡ θύρα: ἐπὶ τῶν πάντας ὑποδεχο μένων καὶ ξενιζόντων. 4.77 Οὐδ' ἂν Ἐξηκεστίδης εὕροι τὴν εὐθεῖαν ὁδόν: ἐθρυλλεῖτο ὁ Ἐξηκεστίδης ὡς πᾶσαν ὁδὸν γιγνώσκων διὰ τὴν χρόνιον πλάτην. 4.78 Ὁ Ταντάλου λίθος ὑπὲρ κεφαλῆς ταλαντεύε ται: ἀντὶ τοῦ φόβος ἡμᾶς ἔχει διηνεκής.

*** 4.79 Πολλὰ μεταξὺ κύλικος καὶ χείλεος ἄκρου: ἐπὶ τῶν εἰς χρόνον

μακρὸν γενήσεσθαι μελλόντων. 4.80 Πλίνθον πλύνεις: ἐπὶ τῶν ἀδυνάτων. 4.81 Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῇς: τοῦτό φασι Νύμφας πρὸς Νάρκισσον εἰπεῖν, ἀποβλέποντα εἰς πηγὴν καὶ τὴν οἰκείαν ποθοῦντα μορφήν. 4.82 Πάνθ' ὑπὸ μιᾶς Μύκονος: ἐπὶ τῶν μιᾷ δίκῃ καταδικασθέντων. 4.83 Πρὸ τῆς νίκης ἐγκώμιον ᾄδεις: ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα. 4.84 Πονηρὰ κατὰ τρυγόνα ψάλλεις: ἐπὶ τῶν ἐπιπόνως ζώντων. 4.85 Πολύποδος ὁμοιότης: πρὸς τοὺς ἐξομοιοῦντας ἑαυτούς. 4.86 Ποταμὸς πρὸς θάλατταν ἐρίζει: ἐπὶ τῶν ἀδυνάτων. 4.87 Πενίη σοφίην ἔλαχε: ἐπειδὴ οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν. 4.88 Πολλῶν ἀχύρων ὀλίγον καρπὸν ἀνήγαγον. 4.89 Παρὰ κωφῷ διαλέγῃ. 4.90 Πρὸς σῆμα μητρυιᾶς κλαίει: ἐπὶ τῶν προσποιουμένων. 4.91 Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται. 4.92 Πρὶν τοὺς ἰχθῦς λαβεῖν τὴν ἅλμην κυκᾷς: ἐπὶ τῶν τοὺς καιροὺς προλαμβανόντων. 4.93 Πολλαὶ κυνὸς ἄῤῥενος εὐναί: ἐπὶ τῶν κατωφερῶν εἰς τὰ τῆς Ἀφροδίτης ἔργα. 4.94 Πολλάκις μωρὸς ἀνὴρ κατακαίριον εἶπεν. 4.95 Πτωχοῦ πήρα οὐκ ἐμπίμπλαται: ἐπὶ τῶν ἀπλήστων. 4.96 Ποικιλώτερος ὕδρας: ἐπὶ τῶν δολερῶν. 4.97 Πῦρ ἐπὶ δαλὸν ἐλθόν. 4.98 Πόλλ' οἶδ' ἀλώπηξ, ἀλλ' ἐχῖνος ἓν μέγα. 4.99 Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι. 4.100 Πρὸς κέντρα λακτίζει. 5.1 Προφάσεως δεῖται μόνον ἡ πονηρία. 5.2 Πολλὰ ψεύδονται ἀοιδοί. 5.3 Πολλῶν ἐγὼ θηρίων ἀκήκοα ψόφους. 5.4 Πεινῶσαν ἀλώπεκα ὕπνος ἔρχεται. 5.5 Πάντα πέτρον κινήσω, πάντα κάλων. 5.6 Πρὸς λέοντα δορκάδες συνάπτουσι μάχας. ***

5.7 Χαμαιλέων ζῷόν ἐστιν εἰς ἅπαντα τὴν χρόαν μετατρέπων πλὴν λευκοῦ.

5.8 Χελώνη μυιῶν: ἐπὶ τῶν ἀφροντιστούντων τινός. Τῷ δ' Ἀγαμέμνονι τῆς Θερσίτου