1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

λόγους περὶ τοῦ αὐτοῦ πράγματος ἀληθεῖς εἶναι φύσιν οὐκ ἔχει. 202.21 Πῶς οὖν ὑπέμεινέ σου ἡ μεγαλοφυὴς καὶ ὑψηλὴ διάνοια μὴ χρήσασθαι τῇ συνήθει παρρησίᾳ εἰς διόρθωσιν τοῦ τοσούτου κακοῦ; 202.22 Ἀλλ' εἰ καὶ μὴ πρότερον τοῦτο γέγονε, νῦν γοῦν διαναστήτω ἡ ἀμίμητός σου ἐπ' ἀρετῇ τελειότης καὶ διδαξάτω τὸν εὐσεβέστατον βασιλέα ὅτι οὐδὲν κέρδος ἔσται τῆς λοιπῆς αὐτοῦ περὶ τὰς Ἐκκλησίας σπουδῆς, εἰ τὸ τοιοῦτο κακὸν ἐπὶ καθαιρέσει τῆς ὑγιαινούσης πίστεως διὰ τῆς παρρησίας αὐτῶν κατισχύσει.