9
ἐκέλευσεν ἐκφῦσαι τοὺς καρποὺς τούτους εἰς τροφὴν ἡμετέραν, καὶ ἐνταῦθα τὴν προσφορὰν τελέσαντες ἐκκαλοῦμεν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπως ἀποφήνῃ τὴν θυσίαν ταύτην καὶ τὸν ἄρτον σῶμα τοῦ Χριστοῦ, καὶ τὸ ποτήριον τὸ αἷμα τοῦ Χριστοῦ, ἵνα οἱ μεταλαβόντες τούτων τῶν ἀντιτύπων, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τῆς ζωῆς αἰωνίου τύχωσιν. Οἱ οὖν ταύτας τὰς προσφορὰς ἐν τῇ ἀναμνήσει τοῦ Κυρίου ἄγοντες, οὐ τοῖς τῶν Ἰουδαίων δόγμασι προσέρχονται, ἀλλὰ πνευματικῶς λειτουργοῦντες τῆς σοφίας υἱοὶ κληθήσονται. 37 Ἔταξαν οἱ Ἀπόστολοι, μὴ δεῖναι ἡμᾶς κρίνειν τινὰ ἐν βρώσει καὶ ἐν πόσει καὶ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων. Πόθεν οὖν αὗται αἱ μάχαι, πόθεν τὰ σχίσματα; ἑορτάζομεν, ἀλλ' ἐν ζύμῃ κακίας καὶ πονηρίας, τὴν ἐκκλησίαν τοῦ Θεοῦ διαῤῥίπτοντες, καὶ τὰ ἐκτὸς τηροῦμεν, ἵνα τὰ κρείττονα, τὴν πίστιν καὶ ἀγάπην ἀποβάλλωμεν. Ταύτας οὖν ἑορτὰς καὶ νηστείας ἀπαρέσκειν τῷ Κυρίῳ ἐκ τῶν προφητικῶν λόγων ἠκούσαμεν. 38 Χριστὸς ὁ πρὸ αἰώνων κληθεὶς Θεοῦ Υἱὸς ἐν τῷ πληρώματι τοῦ καιροῦ ὤφθη, ἵνα ἡμᾶς, τοὺς ὑπὸ τῆς ἁμαρτίας ὄντας, διὰ τοῦ αἵματος αὐτοῦ καθαρίσῃ, ἁγνοὺς τῷ πατρὶ υἱοὺς παραστήσας, εἰ τῇ παιδείᾳ τοῦ πνεύματος εὐπειθεῖς ἡμᾶς παρέχωμεν. Καὶ ἐν τῷ τέλει τῶν καιρῶν μέλλει ἔρχεσθαι εἰς τὸ καταργῆσαι πᾶν τὸ κακὸν, καὶ εἰς τὸ ἀποκαταλλάξαι τὰ πάντα, ἵνα ᾖ πάντων τῶν μιασμάτων τὸ τέλος. 39 Καὶ εὗρε σιαγόνα ὄνου· Σημειωτέον, ὅτι οὐκέτι ἡ θεία γραφὴ μετὰ τὴν πορνείαν τοῖς παρ' αὐτοῦ κατωρθωμένοις ἐφθέγξατο τὸ, Ἥλατο ἐπ' αὐτὸν πνεῦμα Κυρίου· οὕτω γὰρ τὸ τῆς πορνείας ἁμάρτημα πρὸς τὸ σῶμα, ὡς περὶ Θεοῦ ναὸν ἁμαρτάνεται, κατὰ τὸν θεῖον Ἀπόστολον. 40 Τοῦτο σημαίνει τὸν διωγμὸν τὸν κατὰ τῆς ἐκκλησίας παρὰ τῶν ἔτι μενόντων ἐν τῇ ἀπιστίᾳ ἐθνῶν. Ἀλλ' ἤλπισεν ὁ ταῦτα πάσχων, ὡς ἔσται ἐκδίκησις κατὰ τῶν πολεμούντων. ∆ιὰ τίνος δὲ ἡ ἐκδίκησις; Πρῶτον μὲν διὰ τοῦ καταφυγεῖν ἐπὶ τὴν νοητὴν πέτραν, δεύτερον δὲ διὰ τοῦ εὑρεῖν σιαγόνα ὄνου. Τύπος δὲ τῆς σιαγόνος τὸ σῶμα τοῦ Χριστοῦ. 41 Εὖ μὲν λέγοντες ἀεὶ τοὺς ἀξίους, κακῶς δὲ οὐδέποτε τοὺς ἀναξίους, τευξόμεθα καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ δόξης καὶ βασιλείας. 42 Προφητείᾳ ἐν αὐτοῖς ἐσημαίνετο, ὡς παραβάτης γενόμενος ὁ λαὸς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν σφιγγίσεται. Τὸ δὲ λυθῆναι αὐτοῦ αὐτομάτως τὰ δεσμὰ σημαίνει, ὡς μετανοήσας πάλιν λυθήσεται ἐκ τῶν τῆς ἁμαρτίας δεσμῶν. 43 Οὐκ εὐχερὲς ὑπὸ πλάνης κατεχομένην μεταπεῖσαι ψυχήν. 44 Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ. Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμου Θεοῦ ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προφήτης, ἀλλ' ὡς μάντις λογισθήσεται. Μὴ ἐμμείνας γὰρ τῇ τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντελάβετο μισθόν. 45 Θεὸς αἰῶνος, ὀνομασθεὶς Θεὸς τοῖς ἀπίστοις, τουτέστιν ὁ Σατανᾶς. 46 Λύει τῷ Ζαχαρίᾳ τὴν σιωπὴν γεννηθεὶς ὁ Ἰωάννης. Καὶ γὰρ οὐκ ἐπράϋνε ἐβάρυνε τὸν πατέρα, τῆς φωνῆς σιωπᾶν προελθούσης· ἀλλ' ὥσπερ ἀπιστηθεῖσα τὴν γλῶσσαν ἔδησεν, οὕτω φανερωθεῖσαν δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν· ᾧ καὶ εὐηγγελίσθη καὶ ἐγεννήθη. Φωνὴ δὲ καὶ λύχνος λόγου καὶ φωτὸς πρόδρομος. 47 Εἰς τί δὲ καὶ τὸ ἐν πόλει ∆αβὶδ πρόσκειται, εἰ μὴ ἵνα διὰ τὴν ὑπὸ Θεοῦ γεγενημένην τῷ ∆αβὶδ ὑπόσχεσιν, ὅτι ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιος ἔσται βασιλεὺς, πεπληρωμένην εὐαγγελίσηται.