ΠΡΟΣΘΗΚΑΙ

 κατηνάλωτο· πλήν, τὸ ὅσον ἐφ' ἑαυτοῖς, καὶ κατακρίνουσι καὶ τοῦ πυρὸς τὰς καμίνους ἀνοίγουσιν. ∆ιὰ τοῦτο μὴ ὦμεν ἡμεῖς τοιοῦτοι. Καὶ ἔτι γνώμην ὑμῖν δ

 πραττόμενον. Καὶ διὰ τοῦτο οἰακιστέον τὴν ἑαυτοῦ νῆα, μὴ καταψευδόμενον τῆς κυβερνητικῆς μηδὲ δεδιότα τοὺς χειμῶ νας, καὶ πᾶν τὸ ἐξ ἐναντίας ἀποβησόμε

 Καθάπερ ὁ λίαν μεγαλοφώνως τὸν Ὀρέστην ὑποκρινόμενος φοβερὸς εἶναι καὶ μέγας παρὰ τοῖς ἀνοήτοις διὰ τῶν ξυλίνων ποδῶν καὶ κοιλίας ἐπιπλάστου καὶ στολῆ

 Ταπεινωτέον δ' αὑτὸν οὐ λόγῳ μόνον ἀλλ' ἔτι καὶ τοῖς ἔργοις, ὅπως μὴ ὦμεν γόητες καὶ θῶπες, πραεῖς δὲ καὶ μὴ κόλακες. Καὶ ἔτι προσήκει τὸν ὀρθῶς πολιτ

 ὀφρύων ἢ χειρῶν πατάγου διαβαλλομένων· ἀδύνατον γὰρ μὴ ἑαυτοῦ κατήγορόν τινα γενέσθαι. Πᾶς δὲ πιστός, ἐπειδὰν διαπαίζεσθαι νομίζηται ὑπό τινος, κατὰ τ

 Ῥητέον οὖν τῷ εὐγνώμονι πρὸς ἑαυτόν, ἐπειδάν τινων ἁμαρτήμασι τὸν ἑαυτοῦ χρήσῃ νοῦν· Μήτι ἄρα κἀγὼ τοι οῦτος Ὁ δὲ οἶνος μήτε ὁσημέραι ἐπὶ τὸ μεθύειν

 Καὶ οἱ μὲν εἰσελάσαντες εἰς τὴν ἠγαπημένην πόλιν τοῦ πα τρὸς γέρως ἀϊδίου μεταλήψονται, τοῖς δὲ ἀποβήσεται διὰ τῆς ἐνταῦθα τροφῆς τῆς κατὰ ἀληθείαν ἀπ

 αὐτουργίαν ἀθλίους ἡμᾶς καὶ ἀβοηθήτους ὑπολάβῃ, μόνον δὲ φυλακτέον μή τις ἐπὶ κακίᾳ καὶ πονηρῷ βίῳ διαβάλῃ τοὺς εἰ δέναι θεὸν φάσκοντας. Συνελόντι δ'

αὐτουργίαν ἀθλίους ἡμᾶς καὶ ἀβοηθήτους ὑπολάβῃ, μόνον δὲ φυλακτέον μή τις ἐπὶ κακίᾳ καὶ πονηρῷ βίῳ διαβάλῃ τοὺς εἰ δέναι θεὸν φάσκοντας. Συνελόντι δ' εἰπεῖν, ἡ μὲν τοῦ κόσμου λύπη θάνα τον ἐργάζεται τοῖς ὑπ' αὐτῆς κρατουμένοις, ἡ δὲ κατὰ θεὸν λύπη τὸν τῆς ζωῆς τίκτει νοῦν. Πρὸ πάντων δὲ γινώσκωμεν ὅτι καὶ νόσος ἀπόκειται τοῖς σαρκίοις ἡμῶν καὶ ζημία καὶ ἔνδεια, καὶ ὁ χαριστήσων ἐγγύς. Καὶ διὰ τοῦτο χρὴ προμε λετᾶν τὸ ἀποβησόμενον, ἵνα μὴ συμβαῖνον θαῦμα καὶ ἔκπληξιν παρέχῃ ταῖς καρδίαις ἡμῶν. Ὁ γὰρ τοιοῦτος ἐρεῖ πρὸς τὸ συμβεβηκὸς πάθος· Ἤιδειν ὅτι μέλλεις ἐπιέναι, τῆς προσ δοκίας σου οὐκ ἀπέτυχον, προεγίνωσκόν σου τὴν ἔφοδον. Κἂν τοιοῦτός τις ᾖ, στήσεται καὶ οὐ καταπεσεῖται· τὸ δὲ ἐπὶ τῷ αἰφνιδίῳ ταράσσεσθαι ἢ κεκραγέναι, πολλάκις δὲ καὶ ὀδύρε σθαι, λίαν ἐστὶν ταλαιπώρου γνώμης. Προσεκτέον οὖν τῇ ἀρετῇ μόνον, καὶ τοῖς τὰ περὶ αὐτῆς διηγουμένοις προσιτέον· οἷς δ' ἂν μὴ παρῇ τῶν λεγομέ νων ἡ πρᾶξις, τούτοις διὰ τὸ ἐνεδρευτικὸν χαίρειν εἰπόντες τοὺς συστρατευομένους ἡμῖν ἐπιζητῶμεν. Ὁ γὰρ λέγειν μὲν τοὺς συστρατευομένους ἡμῖν ἐπιζητῶμεν. Ὁ γὰρ λέγειν μὲν ἐπιτηδεύων ὅτι Oὐκ ἄρχων εἰμὶ καὶ δικαστής, πράττων δ' ἀγαθὸν μηδέν, οὗτος, ὡς ὑπὸ τυράννων πολλῶν κρατούμενος, λανθάνει τῇ ἁμαρτίᾳ δουλεύων καὶ ἀποδιδράσκων τοὺς ὁδῷ βαδίζειν σπεύδοντας. Μακάριος οὖν ὁ τῇ καρδίᾳ καθαρός· ὑπὸ τούτου γὰρ ὁρᾶσθαι μόνον τὸ θεῖον δυνατόν. Φθόνου δὲ καὶ βασκανίας μακρὰν κεχωρίσθαι δεῖ τὸν πιστόν· εὔχεσθαι δὲ ὁσημέραι καὶ λόγῳ πλουσίους εὑρίσκεσθαι καὶ πράξει δυ νατούς. Μέλη γὰρ ἀλλήλων ἐσμέν. ∆ιὰ τοῦτο τῷ μὲν πάσχοντι συμπάσχωμεν, τῷ δὲ δοξαζομένῳ συγχαίρωμεν, φυ λαττόμενοι τοὺς μὴ οἰκείους τῆς Χριστοῦ νομοθεσίας. Ταῦθ' ὑμῖν, ὦ ἀδελφοί, συμβουλεύων πράττειν ἔτι καὶ τοὺς λοιποὺς δι' ὑμῶν ἐπὶ τὸ ποιεῖν τὰ βουλήματα τοῦ θεοῦ προετρεψά μην. Ὁ δὲ κύριος τῆς δόξης, ὁ ὢν εἰς τοὺς αἰῶνας, δῴη πᾶσιν ὑμῖν τῆς μετὰ τῶν ἐκλεκτῶν τιμῆς καὶ ἀναπαύσεως ἐπιτυχεῖν. Ἡ χάρις μετὰ πάντων ὑμῶν.