καὶ ὀλίγιστον ἐλαίου προσλαβών, εἶτά τι μετρίως ἀνακόψας, ἔγχει κατὰ τῆς εὐωνύμου ῥινὸς διὰ τοῦ κέρως ἡμιόνοις νωτοφόροις τε καὶ τοῖς ὑποζυγίοις τελείοις μίξιν τὴν τελείαν, ἵπποις δὲ τῆς κράσεως τὸ ἥμισυ τριετέσι τε ἡμιόνοις ἢ διετέσι τῶν ἄλλων κτηνῶν, καὶ ὑγιαίνουσι, καθ' ἕκαστον ἔτος, τρίς, ὅπερ ἂν εἴη τριῶν ἐφεξῆς ἡμερῶν· καὶ νοσήσαντι δὲ τῷ ζῴῳ τὸ θανατήσιον ὁμοίως ἐπαρκέσει, τῆς λοιπῆς ἐπιμελείας, ὥσπερ εἰκός, προσφερομένης αὐτοῖς τῆς ἐξ ἔθους· ἄλλα γὰρ κατὰ τῶν μικροτέρων παθῶν, κατὰ τῶν ὀχληρῶν δὲ τὰ ἄλλα εὐπορεῖν ἀναγκαῖον. [Θεραπεία βησσόντων ἵππων.] Ἵππῳ βήσσοντι θεραπεία φακὸς ἐπτισμένος, ἢν δίχα τῶν ἐλύτρων ἄκρως ἀλέσας ἢ λειώσας ἅμα ὕδατι ποτίσῃς· μέτρον δὲ τοῦ ὀσπρίου ζῴῳ παντὶ καθ' αὑτὸ ξέστου τέταρτον ἂν εἴη σύμμετρον. Πᾶν δὲ κτῆνος καμάτῳ ἔκλυτον ἢ ὀρθοπνοίᾳ περιπετὲς οὕτως ἰάσαιο· φθεῖρας ἢ κόρεις οἴνῳ λελειωμένους πότιζε, ἢ πίσσαν ἅμ' ἀλφίτοις τὴν ὑγράν. Τῶν δ' ἄλλων ἀλλαχόσε θεραπειῶν τοῖσδε τοῖς συγγράμμασι σποράδην ἐγκειμένων οὐκ ἀπορήσεις. 1.13 Πρὸς ἡμίονον λακτίζουσαν Οὐδὲν δὲ ὄφελος ὑγιαίνοντος μὲν ὑποζυγίου, στασιάζοντος δὲ ἤτοι ἄλλως ἀπειθοῦντος ἢ καὶ λακτίζοντος. Εἰς μὲν οὖν τῶν ἵππων τὸ πειθήνιον ἡ Ῥωμαία πρόκειται φωνή. Λακτίζουσαν δὲ παύσεις ἡμίονον, τὸ τῆς πύξου σπέρμα <καὶ> τοὺς τριβόλους οἴνῳ ἀφεψήσας καὶ ποτίσας· καί σοι ἐπὶ μῆνας ʹ τιθασὸς μενεῖ. 1.14 Θήρα στρατιωτική Ἀντὶ δὲ γυμνασίας στρατεύματι καὶ θήρα προσκείσεται <λεόντων>. Λέοντες τὰ μὲν ὠκέα καταλαμβάνουσι τάχει, τὰ δὲ ἄλκιμα καθαιροῦσιν ἀλκῇ. Κατὰ κράτος μὲν οὖν <ἂν> αὐτοὺς ἕλοι ζῶντας ἀνθρώπων οὐδείς, καιρῷ δὲ καὶ τέχνῃ καὶ μηχανῇ· ὅσα γὰρ οὐ γίνεται ῥώμῃ, ταῦτ' ἐπινοίᾳ κατορθοῦται. Τὸ οὖν ἡγεμονικώτατον τῶν θηρίων κουφότατόν τε καὶ τάχιστον καὶ μαχιμώτατον λαμβάνεται τρόποις ποικίλοις ὧν, ἐν τῷδε τῷ συγγράμματι, <τὰ στρατεύματι> χρησιμεύοντα διηγήσομαι. Ἡνίκα ὁ πολέμαρχος γυμνάσεται ἅμα τῷ στρατεύματι καὶ θηρᾶσαι δοκιμάσει, πᾶν ἐπὶ κυνηγέσιον τὸ πεζικὸν ἐξάγει τὰ ἐμπολέμια ἑσσάμενον. Σκοπὸν δὲ προηγγέλκασιν οἱ τῶν ἀλκίμων θηρίων ἰχνευταὶ ἔνθα φωλεύει λέων. Ἡσυχῆ τοιγαροῦν ἐπελθόντες, ἀνὴρ ἀνδρὸς ἐχόμενος, ἵστανται κύκλῳ, περιβαλλόμενοι τὰς ἀσπίδας καὶ πρὸς ἀλλήλαις καὶ ἐπ' ἀλλήλας ἁρμόσαντες, ὡς εἶναι κεράμων εἰκόνα τὴν ἐπιπτυχὴν αὐτῶν. Ἠχοῦσιν αἱ σάλπιγγες σφοδρὸν καὶ συμβοῶσιν οἱ ἄνδρες μέγα. Ὃ δ' ἐξάλλεται τῆς εὐνῆς τεταραγμένος ὁ θήρ, καὶ ἰδὼν τό τε τῶν ὁπλιτῶν τεῖχος καὶ προσφερομένας λαμπάδας ἡμμένας (ταύτας γὰρ ἀντὶ δοράτων οἱ ὁπλῖται φέρουσιν), ἡσυχάζει καὶ μένει καὶ τὸ στῖφος τῶν ἀσπίδων οὐχ ὑπεράλλεται. Καθὸ δ' ἔστιν τοῦ χωρίου καταντέστερον, προσάγεται μηχανὴ ἐφ' ᾗ πλατεῖα καὶ ἡπλωμένη γαλεάγρα ἵδρυται ἔριφον φέρουσα. Ὄπιθεν δὲ τῷ λέοντι ἄνδρες κατάφρακτοι, βύρσας αὔας καὶ ὁλοκλήρους ἔχοντες, ἐμβοῶσι, κρούοντες ξύλοις. Ὃ δὲ τόν τε ἦχον καὶ τὴν ὄψιν καὶ τὴν κραυγὴν καταπλαγείς, ἐπὶ τὴν γαλεάγραν δρόμῳ ἵεται, τῶν τε ὁπλιτῶν [καὶ] τῶν κατόπιν τῆς μηχανῆς κεκλιμένων καὶ ἀσυνόπτων τῷ θηρίῳ καὶ τῶν περὶ τὴν γαλεάγραν σανίσιν ὑψηλαῖς τετειχισμένων, ἵν' ἐκείνῃ μόνῃ διεκφυγεῖν δοκῶν κρατηθῇ. Οὗτος μὲν οὖν θήρας τρόπος εἷς γυμναζομένῃ τῇ φάλαγγι· τοὺς δ' ἄλλους ἀλλαχόθι διηγησάμην. 1.15 Ποταμοῦ πλάτος εὑρεῖν καὶ τείχους <ὕψος> Οἱ τῆς ἐγκυκλίου μετρίως ἐπήβολοι παιδείας τῶν Εὐκλείδου «Στοιχείων» ἐπὶ ποσόν, ὡς εἰκός, ἐφήψαντο. Οὐ δὴ χαλεπὸν διὰ τοῦ πρώτου συστῆσαι καὶ τάδε· ποταμοῦ πλάτος ἐκμετρῆσαι, τῆς ἑτέρας ὄχθης ἀβάτου διὰ τοὺς ἐφεστῶτας αὐτῇ πολεμίους, πρὸς τὸ γεφυρῶσαι σύμμετρον ἐπαγαγόντας ζεῦγμα, τῷ τ' αὐτῷ λόγῳ τείχους ὕψος ἐκ διαστήματος λαβεῖν εἰς τὸ τὰς ἑλεπόλεις μηχανὰς ἰσοστασίους ἐπενεγκεῖν. Εἰς εὐμαθίαν δὲ τῆς ἀποδείξεως ἡγήσεται θεώρημα τόδε· «Ἐὰν ὀρθογωνίου τριγώνου μία τῶν περὶ τὴν ὀρθὴν γωνίαν <πλευρῶν> δίχα τμηθῇ, ἀπὸ δὲ τῆς τομῆς πρὸς ὀρθὰς <εὐθεῖα> ἀναταθῇ, καὶ διὰ τοῦ σημείου καθὸ τέμνει τὴν λοιπὴν πλευρὰν παράλληλος ἀχθῇ, καὶ αἱ λοιπαὶ