τοῦ βασιλέως χωρὶς ταῦτα ποιοῦντας. καὶ λοιπὸν ὁ προειρημένος ἀνὴρ ἀπελθὼν πρὸς τὸν χαμαιλέοντα εἶπεν αὐτῷ τοῦ λαοῦ τὴν ἄτακτον ῥύμην. ὁ δὲ ἀεὶ ψεύστης ὢν ἠρνήσατο εἰδέναι, μηδὲ ἀπεστάλθαι παρ' αὐτοῦ. ἀλλά, φησίν, ἀνάγκην ἔχουσιν καὶ πόνον οἱ λαοί, καὶ διὰ τοῦτο οὕτως ἐποίησαν. καὶ λέγει ὁ Θωμᾶς ὅτι εἰ κελεύεις αὐτόν, δέσποτα, ἐξεῶσαι, οὐ πολλῶν ἐστὶ χρεία. δύο ὀνόματα ἀπόστειλον, καὶ τοὺς ἔχοντας αὐτὸν βαστάσαι· οὐ γὰρ δύναται περιπατῆσαι ἀφ' ἑαυτοῦ ἐκ τῆς νόσου, καὶ οὕτως 359 ἐξέρχεται. ὃ δὴ καὶ ἐποίησεν. τῇ νυκτὶ ἀποστείλας τινὰς ἐξέωσεν αὐτὸν τῆς ἐκκλησίας, καὶ καταγαγόντες μετὰ φόρου οἱ ἀποσταλέντες ἔστησαν μέσον τῆς ἀγορᾶς τοῦ Μιλίου, ὅπως τινὲς τῶν στρατιωτῶν ἀποκτείνωσιν αὐτόν. καὶ ἐπειδὴ βράδιον ἦν καὶ πάντες ὕπνῳ κατεφέροντο, οὐδεὶς ἐσαλεύθη. καὶ ποιήσαντες ὡσεὶ μιῶριν, καὶ μηδὲν ἀνύσαντες περὶ οὗ ἐβούλοντο, ἦραν αὐτὸν ἐκεῖθεν καὶ κατήγαγον εἰς ἀκρόπολιν καὶ βαλόντες ἐν ἀκατίῳ ἔρριψαν πέραν εἰς Χρυσόπολιν. καὶ τὸ πρωῒ ποιήσας σελέντιον ὁ υἱὸς τῆς ἀπωλείας εἶπεν πρὸς τὸν λαὸν "οἴδατε, ἀδελφοί, ὅτι ὁ πατριάρχης παρεάσας τῆς ἐκκλησίας ἀνεχώρησεν, διότι ἐλέγομεν αὐτῷ περὶ τῶν εἰκόνων, ὅτι κακῶς προσκυνοῦνται, καὶ ὅτι διὰ τοῦτο τὰ ἔθνη κυριεύουν ἡμῶν. αὐτὸς δὲ μὴ ἔχων εὔλογόν τι ἀπολογήσασθαι, ὀργισθεὶς καὶ ἀτιμάσας ἡμᾶς ἀνεχώρησεν. καὶ λοιπὸν ἀνάγκην ἔχομεν ἕτερον πατριάρχην ποιῆσαι." καὶ ταῦτα ψευσάμενος ἔπεισεν τὸν λαὸν ὅτι παρῃτήσατο. καὶ δὴ βουλομένου αὐτοῦ ποιῆσαι Ἰωάννην τοῦ Παγκρατίου, καθ' ὃ καὶ προσυνέθετο αὐτῷ, διεκωλύθη παρὰ τῶν πατρικίων λεγόντων ὅτι νέος ἐστὶ καὶ ἀφανής, καὶ οὐ δεῖ ἡμᾶς γέροντας προσκυνεῖν καὶ προσπίπτειν ἔμπροσθεν αὐτοῦ· ἀλλὰ μᾶλλον ἐκ τοὺς εὐγενοῦς καὶ ἐμφανεῖς καὶ χρόνῳ προβεβηκότας γενέσθω. καὶ δὴ ἐπελέξατο Θεόδοτον υἱὸν Μιχαὴλ πατρικίου τοῦ 360 Μελισινοῦ, συγγάμβρου ὄντος Κωνσταντίνου τοῦ βασιλέως τοῦ Καβαλλίνου κατὰ τὴν τρίτην αὐτοῦ γυναῖκα. αὐτὸν τὸν Θεόδοτον, σπαθαροκανδιδάτον ὄντα, συνθέμενον τῷ δόγματι αὐτοῦ ἐκούρευσεν στεφανίτην, καὶ ἐποίησεν αὐτὸν πατριάρχην, χειροτονήσαντες αὐτὸν τὸ πάσχα, ἄνθρωπον μηδὲν πνευματικὸν ἐπιστάμενον μηδὲ παιδευθέντα τῇ γραφῇ ἀλλ' ἢ ὀλίγου τινός, καὶ μηδεμίαν εὐσέβειαν κεκτημένῳ, μόνον ὅτι πρᾶος ἦν καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ἐνάρετος. οὗτος εἰσελθὼν εἰς τὸ πατριαρχεῖον ἤρξατο ποιεῖν ἀριστόδειπνα πολυτελῆ διὰ κρέατος, καὶ τοὺς ἐκ νέας ἡλικίας μὴ φαγόντας κρέα κληρικοὺς καὶ μοναχούς, οὐ μὴν ἀλλὰ καὶ ἐπισκόπους ἐποίησεν διαλῦσαι καὶ ἐσθίειν ἀφειδῶς· καὶ ἔνθα ποτὲ ἦν εὐλάβεια πολλὴ καὶ σεμνότης καὶ ἐκράτεια καὶ ἀρετή, ἦν ἰδεῖν γέλοια καὶ παιγνίδια καὶ παλαίσματα καὶ αἰσχρολογίας γενομένας, μὴ ἔχοντος διδασκαλίαν τὴν οἱανοῦν. καὶ λοιπὸν μετὰ τοῦ πάσχα ποιεῖ σύνοδον ὁ χαμαιλέων ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῇ λεγομένῃ Σοφίᾳ, καὶ καθίσας τὸν αὐτὸν Θεόδοτον, ὃν ἔλεγεν Κασσιτερᾶν, ὡς ἅτε πατριάρχην, καὶ Συμβάτιον τὸν υἱὸν αὐτοῦ, ὃν ἐπέθηκεν Κωνσταντῖνον, καί τινας ἀσεβεῖς ἐπισκόπους, παρεσκεύασεν πῆξαι σταυροὺς κατὰ τῆς ἀληθείας, αὐτὸς εὐλαβηθεὶς πῆξαι σταυρὸν διὰ τὸ πρότερον καθυπογράψαι ἐν τῷ βασιλεύειν αὐτὸν εἰς τὴν ὀρθόδοξον πίστιν τοῦ μὴ παρα 361 σαλεύειν αὐτήν· ὅπερ ὁ ἄθλιος οὐκ ἐφύλαξεν. καὶ λοιπὸν ἀναγνώσαντες τὸν τόμον ὃν ἐποίησαν οἱ τοῦ ψευδοσυλλόγου προασπισταί, ὃν ἐπωνόμασαν ὅρον τῆς ἑβδόμης συνόδου τῆς ἐν Βλαχέρναις, ἀναθεματίσαντες οἱ τοῦ ἀναθέματος κληρονόμοι τοὺς ὀρθοδόξους ἡμῶν πατριάρχας, ἤγαγον δέ τινας μητροπολίτας καὶ ἐπισκόπους τῶν ὀρθοδόξων τυραννικῶς σύροντες, ῥήξαντες ἐν μέσῳ τῆς λῃστρικῆς αὐτῶν συνόδου, ἐπάτησαν, ὡς δῆθέν τι εὐσεβὲς ποιοῦντες οἱ ἀσεβεῖς, καὶ παραδόσαντες αὐτοὺς τοῖς στρατιώταις αἱματοφύρτους ἀπήγαγον εἰς τὰς φυλακὰς καὶ εἰς τὰ δεσμωτήρια· ποιήσαντες δὲ ἡμέρας τινὰς ἐκεῖσε πάλιν ἐξήγαγον, καὶ ἀνακρίναντες καὶ εὑρόντες μὴ πειθομένους τοῖς ὑπ' αὐτῶν λεγομένοις ὑπέμνησαν τὸν ἀρχηγὸν τοῦ ψεύδους, καὶ ἀπέστειλαν αὐτοὺς εἰς ἐξορίαν· οὕς τινας καὶ ἐν τῇ ἐξορίᾳ πέμπων ἐβασάνιζεν.