1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

9

ἦθος καταλληλότατον καὶ ταῖς διαφόροις τῶν συνόντων ἢ τῶν συνομιλούντων ἐπιμεριζόμενον ἕξεσιν, οὐχ ὡς σοφιστεύουσα τὴν πρὸς τοὺς πολλοὺς ὁμιλίαν, ἀλλ' ὡς ἑκάστῳ τὸ πρόσφορον κρίνουσα καὶ διατυποῦσα κατὰ καιρόν. . Τῷ δέ γε ἐμῷ πατρὶ «οὐ συνεργὸς μόνον» καὶ βοηθὸς ἐτύγχανεν οὖσα κατὰ τὴν θείαν διάταξιν, ἀλλὰ καὶ πρωτουργὸς τῶν καλλίστων καὶ εὑρετής. ἦν δὲ κἀκείνῳ τὸ ἦθος οἷον οὔπω παρὰ τοῖς ἄλλοις τεθέαμαι, καίτοι γε πολλοὶ τὸν ἄνδρα συνίσασι καὶ εἰ βούλοιντο μαρτυρήσουσι· τὸ δὲ ἦν «ἁπλοῦν» ὁμοῦ «καὶ γενναῖον», θῆλυ μὲν ἔχον οὐδέν, ἀπλάστῳ δὲ συγκεκραμένον πρᾳότητι, ἀκίνητον πρὸς ὀργήν, ἀθόρυβον πρὸς πᾶν ὁτιοῦν τὸ συμπίπτον. ἔγωγ' οὖν οὔτε θυμουμένῳ οὔτε ταραττομένῳ ποτὲ ἐντετύχηκα, ἀλλ' οὐδ' «ἔπληξέ» τινα πώποτε τῇ «χειρί», οὐδ' ἄλλοις τοῦτο παρεκελεύσατο, χαρίεις ἀεὶ τὴν ψυχὴν καὶ τὴν «γλῶτταν» οὐ «πρόχειρος» μέν, σὺν ἡδονῇ δέ, ὁπότε δέοι, τοὺς λόγους ποιούμενος. τά τε περὶ τὸν βίον καὶ λίαν δραστήριος, τήν τε χεῖρα οὐκ ὄργανον ὀξυγράφου, ἀλλὰ «πτηνὸς» μᾶλλον ἢ «λόγος» καὶ οὐδ' ἑτέρῳ ὀργάνῳ, ἀλλ' ἑαυτῷ χρώμενος, κούφως τε διϊὼν καὶ «ἀπταίστως» καὶ ὁμαλῶς, «οἷον ἐλαίου ῥεῦμα» ῥέον «ἀψοφητί». Τὰ δὲ τοῦ σώματος, ἀλλὰ πῶς ἂν εἴποιμι ταῦτα, πῶς δὲ πάρεργον τοῦ λόγου ποιήσομαι, οἷς ἔργον ἡ εὐφημία παγχάλεπον; τὴν μὲν γὰρ ἡλικίαν εὐμεγέθει κυπαρίττῳ ἐῴκει, εἰς ἶσόν τε ἀνατρέχων καὶ ὅπῃ δεῖ τοῖς μέρεσι μεγεθυνόμενός τε καὶ πλατυνόμενος. τοὺς δὲ ὀφθαλμοὺς ἱλαραὶ τούτοις αἱ βολαὶ καί, ὡς ἂν ἕτερος εἴπῃ, χάριν ἀφροδίσιον ἀποπνέοντες· ἐπεβέβλητο δὲ τούτοις «ὀφρῦς» οὐκ «ἐπηρμένη» καὶ ἀλαζών, ἀλλ' «εὔγραμμος» καὶ ὀρθή, χρηστὸν ἦθος ἐπισημαίνουσα· ἦν γὰρ ὡς ἀληθῶς καὶ ἀπὸ ψιλῆς ὄψεως κατήγορος τῆς οἰκείας ψυχῆς. Καί, εἴ γέ τις εἶδε τῶν γνωματεύειν εἰδότων ἀπὸ σωμάτων ψυχάς, πρὶν ἢ λαλοῦντος ἀκούσειε, πρὶν ἄλλως χρήσαιτο, ἀπεφήνατο ἂν περὶ τῶν τέως κρυφίων ὅτι τῆς ἀρχαίας ἁπλότητος ζώπυρον ἐκεῖνος τῷ βίῳ περίεισιν, ὥστε εἴπερ δή που καὶ ἡμῖν τοιοῦτόν τι κέχρωσται, ἐκεῖθεν ὡς ἐκ παραδείγματος μετενήνεκται. τῆς μὲν γὰρ μητρικῆς ἀρχετυπίας πάντη δὴ ὑστερῶ τε καὶ ἀπολέλειμμαι, ἐπεὶ μηδὲ εἰς μίμησιν ἐκείνη τῷ βίῳ καθίστατο ἀλλ' εἰς ἔκπληξιν· τῷ δὲ πατρὶ ὥσπερ ἀετιδὴς συμπαρίπταμαι, ἢ μᾶλλον συνέπομαι ὡς σκιά, ἢ καὶ τούτου ἔλαττον μὴ πάντα ἐκείνῳ συναρμοζόμενος καὶ μεταστρεφόμενος. Τὸν τοίνυν ἐμὸν πατέρα τοιοῦτον ὄντα πᾶς μὲν ἐθάρρει διὰ τὴν ὁμαλότητα τῆς ψυχῆς καὶ οὐδεὶς τῶν πάντων ἐδεδίει προσιέναι καὶ διαλέγεσθαι, μόνη δὲ ἡ μήτηρ ἐξ ὑπερυψήλου τῆς ἀρετῆς οὐδὲ ἐκ τοῦ ἴσου ἀλλ' ἐκ τοῦ ἐλάττονος συνῆν τε καὶ διελέγετο, μόνον ἐνταῦθα φυλάττουσα τὸ ἀνάρμοστον καὶ μὴ καταλλήλως συνομιλοῦσα ὅτι μὴ πρὸς τὸ ἦθος ἐκείνου ἑώρα, ἀλλὰ πρὸς τὴν ἀρχαίαν διάταξιν. 10. Ἀλλ' ὢ τί ἂν εἰπὼν τῶν ἐκείνης καλῶν ἀκροθιγῶς ἅψωμαι; βούλομαι μὲν γὰρ μὴ πολὺ ἀπολελεῖφθαι τὸν λόγον αὐτῆς καὶ ἐπιχειρῶ καὶ συμπροθυμοῦμαι, καί γε οὕτως οἴομαι, πρὸ τῆς πλάσεως, ἁψάμενος δέ, ὥσπερ παλαιστὴς ἄτεχνος ἡττῶμαι τοῦ συμπαλαίοντος. καὶ τοῖς μὲν πολλοῖς ἴσως δόξω τι λέγειν περὶ ἐκείνης κομψότερον, ἐμοὶ δὲ ὁ λόγος οὐδὲ κατὰ βραχὺ τοῖς ἐκείνης καλοῖς πρόσεισιν, εἴτε τῷ ὑπὲρ μέτρον ἐκείνης εἴτε τῷ ἐλάττονι τοῦ τοῖς λόγοις ἐπιβάλλοντος μέτρου. καίτοι σύ με, ὦ μῆτερ, πρὸς τούτους ἐπαιδοτρίβεις ἀεί, οὐ σύμβουλος μόνον καθισταμένη μοι δεξιός, ἀλλὰ καὶ συμπράττουσα τὴν παίδευσιν καὶ συμπνέουσα, ὁπότε με ἀνέκρινες τοῦ διδασκαλείου ἐπαναστρέψαντα τίνα μὲν παρὰ τῶν παιδευτῶν εἴληφα, τίνα δὲ ἢ συνήνεγκα τοῖς συνομιληταῖς ἢ παρ' ἐκείνων ἐμπεπόρευμαι· εἶτα δὴ καὶ συμβιβάζουσά με πρὸς τὴν μνήμην ὦν ἐμεμαθήκειν, προσεποιοῦ ἡδέως ἀκούειν εἴ τι περὶ ὀρθογραφίας λέγοιμι, εἴ τι περὶ ποιήσεως καὶ πόθεν ἕκαστον παρῆκται καὶ πῶς ἥρμοσται, τίς τε ἡ ἐν αὐτοῖς κοινωνία καὶ τί παρὰ ταῦτα τὸ διαλλάττον. Οἶδά σου κἀκεῖνο, καὶ μάλα τεθαύμακα,