προοιμίων ἔλθωσιν· ὅταν δὲ γένωνται σο φοὶ, καὶ στερεωθῶσιν, ἔλεγχε. Καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἔτι νέους ὄντας, οὐκ ἤλεγχε, διὰ τὸ μὴ τοὺς παλαιοὺς ἀσκοὺς εὐθέτους εἶναι πρὸς νέον οἶνον. Ἢ κακοὺς λέγει τοὺς ἄφρονας καὶ μωρούς· ἢ τοὺς πάντη ἀλλοτρίους τῆς θείας διδασκαλίας, οὓς οὐκ ἐλέγχειν, ἀλλὰ νουθετεῖν, δεῖ καὶ διδάσκειν· εἰ δὲ καὶ ἠλέγχοντο Ἀχαὰβ καὶ Ἡρώδης, ἀλλ' ἤδη μετέσχον τοῦ θείου νόμου, εἰ καὶ παρέβησαν· διὸ καὶ τούτους δεῖ ἐλέγχειν. Ἢ ἔοικε ταῦτα πρὸς τοὺς τότε λέγειν, τοὺς νηπιωδεστέρους· ἐπεὶ τίνος ἕνεκεν ἤλεγχεν Ἰω άννης καὶ Παῦλος; -Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· ὁ γὰρ εἰς πρόσωπον ἔλεγχος, ἀναισχυν τότερον ποιεῖ τὸν ἁμαρτάνοντα· χρὴ δὲ ἡμᾶς ἐπὶ σοφῶν καὶ δικαίων τοῦτο ποιεῖν· ἀναμεταξὺ μὲν τοῦ ἐλεγχομένου καὶ ἐλέγχοντος, οὐκ ἐπὶ πολλῶν δέ. 17.188 Ὁ παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος, ναυαγήσας περὶ τὴν πίστιν, ὡς ὑπ' ἀνέμῳ ἑαυτόν τε καὶ ἄλλους ποιμάνας, ἀπώλεσεν· ἀπέλιπε γὰρ τῶν ἐντολῶν τὰς ὁδοὺς, τοῦ εἰπόντος, Ἐγώ εἰμι ἡ ἄμπε λος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός. -̔Ο μὴ συνάγων σὺν ταῖς ἀρεταῖς τὴν θείαν γνῶσιν, οὗτος οὐ συνάγει τῆς αἰωνίου βασιλείας τὴν ἀθάνα τον εὐκαρπίαν· ἀκαρπία δέ ἐστι κακία καὶ ἄγνοια. Τῶν ὡς ἄρτων ζωτικῶν, θείων λόγων ἡδέως ἅψα σθαι, καὶ τῶν ἐν τῇ κρυπτῇ τοῦ νοῦ θεωρίᾳ θείων νοημάτων. -Ἄρτοι εἰσὶ τῆς ψυχῆς αἱ ἀρεταὶ, αἵτι νες καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν προσετάγησαν παρ' ἡμῖν γίνεσθαι· τουτέστι νηστεία, ἐγκράτεια, προσ ευχὴ, καὶ τὰ ὅμοια· κρυφῇ δὲ, πρὸς τὸ μὴ θεαθῆναι αὐτὰ τοῖς ἀνθρώποις. Ἄνδρα, τὸν τοῦ λόγου πτωχεύσαντα· καὶ χεῖρας, τὰς τῆς σοφίας πράξεις. Ὁ νοήμων ὑπὸ τῶν θλίψεων καὶ τῶν συμφορῶν μὴ συγκαιόμενος, γεννήματα δικαιοσύνης φέρει· ὁ δὲ παράνομος, καὶ ὑπὸ τῶν βελτιόνων διαφθείρεται. Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ ἀπωλείας καὶ πλάνης αὐτῇ γίνεται πρόξενος· ἡ δὲ ὁδὸς τῆς ζωῆς, οὐ μόνον ἐκ τῆς αἰωνίου, ἀλλὰ καὶ ἐκ πάσης κακότητος τοῦ βίου δυσχερείας τοὺς ἀκάκους φυλάσσει· ἀκάκους. δὲ λέγει τοὺς κακῶς ἔκ τινος ὑπομένοντας, καὶ ἀκακίαν ἀσκοῦν τας ἐν ἀγάπῃ. Ἢ οὕτως. Ἀνεξέλεγκτος, ἡ πρόσχημα μὲν εὐσεβείας ἔχουσα, ἀγύμναστος δὲ οὖσα καὶ ἀνεξέ ταστος· ὁ γὰρ μὴ ἐλεγχόμενος, καὶ φανερῶν καὶ ἑτέροις τὰ φρονήματα καὶ τοὺς διαλογισμοὺς αὐτοῦ, πλανᾶται οἰήσει. Τὸ, καλύπτουσιν, ἀντὶ τοῦ, οὐκ ἐῶσιν ἀνανεῦσαι. Ἢ ἔχθραν τὴν κακίαν λέγει, δι' ἧς ἐχθροὶ γινόμεθα τοῦ Θεοῦ· τὴν δὲ κατὰ τοῦ Θεοῦ καὶ ἀνθρώπων ἔχθραν ἐγγινομένην ἡμῖν ἐν τῇ καρδίᾳ ὑπὸ τοῦ πονηροῦ, αὐ τὴν μὲν ἀποσείονται οἱ δίκαιοι, τοῖς δὲ χείλεσι τὸν Θεὸν ὑμνοῦσιν, ὅταν οὕτως αὐτοῖς ὁ πονηρὸς ὑπο βάλλῃ· Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατ ηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ· εἰ δὲ ἡ ἔχθρα, κακία ἐστὶν, ἡ φιλία ἀρετὴ καὶ γνῶσις Θεοῦ, δι' ἧς φίλοι γινόμεθα αὐτοῦ καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ δὲ τῆς φιλίας ταύτης, οἱ ὄντες αὐτοῦ φίλοι, καὶ ἀλλήλων εἰσὶ φίλοι. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ ∆αυΐδ· τουτέστιν ὅσα τῷ Θεῷ ἀρεστὰ, καὶ δικαίοις ἁρμόζει, ἐπιθυμεῖν χρὴ, ἵνα δεκτὴ ἡ προσευχὴ ἡμῶν γένηται ἐναντίον τοῦ Θεοῦ· ὁ δὲ ἀσεβὴς, ἀπωλείᾳ αἰωνίᾳ περιφέρεται ἐν τῷ ἐπιθυμεῖν καὶ πράττειν τὰ μὴ Θεῷ φίλα. Εἰ φόβος Κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σο φίας φόβος Κυρίου, αἱ ἡμέραι αὗται, μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· προ κόπτων γὰρ προστίθησι γνώσεις καὶ φωτισμούς· ὑπὲρ δὲ τοιούτων ἡμερῶν εὔχεται καὶ ∆αυῒδ λέγων· Μὴ 17.189 ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ταύτας δὲ τὰς 17.189 ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανε πρεσβύτε ρος καὶ πλήρης ἡμερῶν· καὶ τὰς θείας ὁράσεις ὡς ἡμέρας προστίθησι Κύριος τοῖς ἐν πίστει φοβουμένοις αὐτόν· τὰ δὲ τῶν ἀσεβῶν ἔτη, ἄσοφα ὁραθέντα καὶ θείας χάριτος ἄνευ, ὠλιγώθησαν. Αἰῶνα τὸν ἀνθρώπου βίον λέγει, ὡς ὁ Παῦλος· Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω· τὸ γὰρ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ, αἰῶνα ὠνόμασεν· Οὐκ ἐν δώσει γὰρ, φησὶν, ὁ δίκαιος ἁμαρτῆσαι ἐνοχλούμενος ὑπὸ