ἀπ' ἐμοῦ; Τοῦ αὐτοῦ. ∆ιδάσκων, τῆς μνήμης τοῦ Θεοῦ καιρῷ τινι ἀποπεπτωκέναι [τὴν λήθην]· (λήθην γὰρ ὁ Θεὸς ποιεῖται τῶν λανθανόν των αὐτοῦ· λανθάνει δὲ αὐτοῦ πᾶς ὁ ἁμαρ τάνων)· ἀλλὰ καὶ ἐπεὶ ἀποστρέφει τὸ πρόσω πον αὑτοῦ ἀπὸ τῶν αἰσχρόν τι πραττόντων ἀναξίως τῶν αὐτοῦ ὀφθαλμῶν, τουτέστι τῆς θεωρητικῆς καὶ ἐπισκοπικῆς αὐτοῦ δυνά μεως, βιούντων μεγάλως φροντιζόντων περὶ τῆς κρίσεως τοῦ Θεοῦ, καὶ ἀγωνιῶν ἐφ' οις ἑαυτῷ συνῄδει, πληττόμενός τε ὑπὸ τοῦ συνειδότος, καὶ τὴν ψυχὴν ὑπὸ λογισμῶν ἀνιώμενος, ἐπιλέγει· 12.3 Εως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; Τοῦ αὐτοῦ. Ἀνθ' ου ὁ Σύμμαχος ἡρμή νευσεν εἰπών· Μέριμναν ἐν τῇ διανοίᾳ μου καθ' ἡμέραν. Ταῦτα δὲ, φησὶν, ἐγράφη εἰς νουθεσίαν ἡμῶν, οπως καὶ αὐτοὶ, διαθέσει τοῦ ταῦτα εἰρηκότος, εἰ γένοιτο ἡμῖν χρεία μετα νοίας καὶ ἐξομολογήσεως ἐπί τισιν οὐκ ὀρθῶς ἡμῖν πεπραγμένοις, ταῖς αὐταῖς χρησώμεθα μεθόδοις, ωσπερ φαρμάκοις ψυχῆς σωτηρίοις, εὐκαίρως τοῖς παροῦσι λόγοις τῆς ἐξομολο γήσεως χρώμενοι. 13.1 ∆ιέφθειραν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. ̓Ελθὼν, φησὶν ὁ Κύριος, οὐδ' ενα ευρον χρηστότητος ἐργάτην, ἀλλ' ὑπεύθυνον πάσῃ πράξει ἀτόπῳ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφ θείρονται, ἀλλ' οὐχὶ ἡ φαύλη εννοια τάχα διαφθείρει, ἀλλ' αὐτὸ ταύτης ἐπιτέλεσμα τῆς ἐννοίας. 13.3 Καὶ ὁδὸν εἰρήνης οὐκ εγνωσαν, οὐκ εστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. ̓Εγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Σωτὴρ, καὶ αὐτός ἐστιν εἰρήνη ἡμῶν. -Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. 13.4 Οἱ κατεσθίοντες τὸν λαόν μου βρώ σει αρτου. ̓Εν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου. 13.6 Βουλὴν πτωχοῦ κατῃσχύνατε, οτι Κύριος ἐλπὶς αὐτοῦ ἐστι. ∆ι' ἡμᾶς γὰρ ἐπτώχευσεν ὁ Κύριος, πλού σιος ων, ιν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλου τίσωμεν. 14.3 Καὶ ὀνειδισμὸν οὐκ ελαβεν ἐπὶ τοὺς εγγιστα αὐτοῦ. ̔Ο ἀνεπιλήπτως βιῶν, ὀνειδισμὸν οὐ λαμ βάνει ἐπὶ τοὺς εγγιστας αὐτοῦ. 14.5 Τὸ ἀργύριον αὐτοῦ οὐκ εδωκεν τόκῳ. Τοῦτο λεκτέον πρὸς τοὺς τοκιστὰς, ὡς κωλυτικὸν τῆς ἐν ἁγίῳ ορει κατασκηνώσεως. ̔Ο ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Εὐσεβίου. Ο γε μὴν ὁμοῦ πάντα προκα τηριθμημένα κατορθώσας, ἀντιτελὴς γενό μενος, καὶ πᾶν τὸ σῶμα τῆς κατὰ Θεὸν πο λιτείας ὁλόκληρον, ωσπερ καὶ ὑγιὲς καὶ πᾶσιν ἀγαθοῖς λόγων τε καὶ εργων ἀπηρτισ μένον διατηρήσας, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. 15.4 Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνο μάτων αὐτῶν διὰ χειλέων μου. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι' αἱμάτων αὐτὰ συνάξω, οὐδὲ παρασ κευάσω διὰ τῆς νομικῆς μοι προέρχεσθαι λατρείας, δι' αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας· πάλαι μὲν, φησὶν, ἐπ' ἀ ξίαν τῶν πράξεων ἐπήγοντο προσηγορίας, εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων ἐκεί νων· εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους, κλητούς τε καὶ ἐκλεκτοὺς ὀνομάζων. 15.9 Καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. Γλῶσσαν νῦν λέγει τὸ χάρισμα τοῦ Πνεύ ματος. 16.3 ̓Εδοκίμασας τὴν καρδίαν μου, ἐπεσ κέψω νυκτός. Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμασίαν, ἡ θλῖψις αρα δο κιμασίαν κατεργάζεται· εἰ δὲ ἡ δοκιμα σία ἐν νυκτὶ διέδραμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ῃ σκοτοῦται πταιομένη ψυχὴ λογική. -Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, τουτέστι τῆς πρακτικῆς, ητις δοκεῖ πρῶτον ὀδύνης, καὶ οὐ χαρᾶς πρόξενος, υστερον μέντοι καρποὺς δικαιοσύνης ἀποδιδοῦσα τοῖς δι' αὐτῆς γε γυμνασμένοις. 16.7 Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώ ζων τοὺς ἐλπίζοντας ἐπὶ σέ· ἐκ τῶν ἀνθεσ τηκότων τῇ δεξιᾷ σου φύλαξόν με, ὡς κό ρην ὀφθαλμοῦ. Ωσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν, ὁ ̓Ιὼβ χεῖρα λέγει Θεοῦ· ̔Η χείρ ἐστί σου, φησὶν, μή με στροβῇ τοσούτως. Καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ καλεῖ ὁ ∆αυὶδ ῥομφαίαν Θεοῦ. Χεὶρ δὲ εὐερ γετικὴ Θεοῦ οἱ αγγελοί εἰσιν, δι' ων προ νοεῖται κόσμου τοῦ αἰσθητοῦ, οις ἀντίκειν ται δαίμονες, βουλομένοις πάντας ἀνθρώπους