ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων, οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυ ναμένων ἐκεῖ σωτηρίας, τὸν αὐτάρκως παρακαθί σαντα τοῖς ποσὶν αὐτοῦ ἀπολύσας, ἵνα διδάσκῃ ἃ ἐποίησεν αὐτῷ ὁ Θεός. Εἶεν δ' ἄν τινες τοῦ τοιούτου ἀκροασταὶ καὶ μαθηταὶ, πλείονα μὲν οὐ χωρήσαν τος ἐξ ὀλίγων ὧν εἴληφε κηρύσσοντος. Ἀναφέροις δ' ἂν τὸν λόγον καὶ ἐπὶ τὴν τοῦ ἀνθρώπου φύσιν, τοῦ ἔξω Ἰσραὴλ, δι' ὃν καταπλεῖ Ἰησοῦς ἐπὶ τὴν χώραν τῶν Γαδαρηνῶν, καὶ πρὸς ὃν ἔξεισιν ὁ Ἰησοῦς ἐπὶ τὴν γῆν. Ἱμάτιον δὲ, φησὶν, οὐκ ἐνεδιδύσκετο ὁ ἄνθρωπος. Οὐκ ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ τὴν ἀσχημοσύνην. Καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν. Οὐ γὰρ ἦν, ὡς Ἰακὼβ, ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν. ∆ιὸ καὶ αὐτὸν τοῦτον ἀπέλυσε, λέγων· Ὑπόστρεφε εἰς τὸν οἶκόν σου. Καὶ ἐν τοῖς μνήμασιν ἔμενεν, οὐ μετὰ ζώντων, μετὰ νεκρῶν δέ. Ἦν δὲ, φησὶν, ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει. Μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει. Πῶς οὖν 17.337 μετὰ τοῦ κρημνοῦ ὥρμησεν ἡ ἀγέλη; Μήποτε οὖν οἱ φιλήδονοι, καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα φίλοι, ὅπου τὰ μνημεῖα καὶ πλησίον τοῦ λεγεῶνος τῶν δαι μόνων βόσκονται· ἀγαθότητι δὲ Ἰησοῦς τὴν τῶν δαι μόνων ἀφανίζει σὺν τοῖς χοίροις ἐν τῷ ὕδατι ἀγέλην, καὶ τῶν φιληδόνων καὶ φιλοσωμάτων κακῶν ἐμπο δίζει τῇ ἀναπνοῇ διὰ δαιμόνων τάχα, καὶ σωφρονεῖ ὁ τοιοῦτος; Εἴ τίς τε σωφρονεῖ, παρὰ τῷ Ἰησοῦ ἐστιν· ἀλλ' ὁ ἀρχόμενος σωφρονεῖν παρὰ τοὺς πόδας αὐτοῦ ἐστιν. Στίχ. μηʹ. Εἶπε δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέ σε. Πορεύου εἰς εἰρήνην. Ἡ μὲν οὖν πλειοτέρα ψυχὴ, καλῶς λατρεύσασα τῷ Λόγῳ τοῦ Θεοῦ, παῤῥησίαν ἔχει ἐπ' αὐτὴν τὴν κεφα λὴν ἐλθεῖν· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός· ὥστε κα ταχέαι μύρον αὐτῆς, καὶ εὐωδίαν τῇ δόξῃ τοῦ Θεοῦ πεποιῆσθαι. ∆οξάζεται δὲ ὁ Θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων. Ἡ δὲ ἀτελεστέρα γυνὴ καὶ ψυχὴ παρὰ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται, ἧς ἐγγύς ἐσμεν ἡμεῖς. Οὐδὲ γὰρ μετενοήσαμεν ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν. Ποῦ ἡμῶν τὰ δάκρυα; ποῦ ὁ κλαυθμός; ἵνα κἂν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν δυνηθῶμεν. Ἐπ' αὐτὴν γὰρ οὔπω δυνάμεθα φθάσαι τὴν κεφαλήν. Ἀγαπητὸν δὲ μετὰ τὰ ἁμαρτήματα φέρειν μετανοίας εὐωδίαν, ἵνα τις δυνηθείη δευτέρως εἶναι ἡ τοὺς πόδας ἀλείφουσα, ἀλλὰ μὴ τὴν κεφαλήν· τουτέστιν ἡ μὴ ἁπτομένη τῶν τελεωτέρων καὶ ὑψη λοτέρων, ἀλλὰ τῶν ἄκρων καὶ τελευταίων. Στίχ. νβʹ. Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐ τήν. Ὁ δὲ εἶπε· Μὴ κλαίετε· Οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Στίχ. νγʹ. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπ έθανε. Πλὴν ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ θαύματος ἱστο ρία. Χρὴ δὲ ἴσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότε ροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα· οἱ δὲ δυνά μενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυ πικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι' ἡμᾶς, εὐξάμενοι τῷ Θεῷ, αἰτήσωμεν λόγον τὸν σαφηνίζον τα καὶ ταῦτα. Πῶς ὁ Ἰησοῦς πρὸς τὴν ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἄπεισιν, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν· καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσα πρώτη αὐτὴ θερα πεύεται; ἦλθε γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ προηγουμένως εἰς τὴν Ἰουδαίων συναγωγὴν, καὶ εὗρεν αὐτὴν νο σοῦσαν καὶ ἀποθανοῦσαν. Τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν. Ἡ δὲ αἱμοῤῥοοῦσα, ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλ' ἀεὶ αἱμοῤῥοοῦσα καὶ νοσοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύσει τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ τοῦ κρασπέδου τοῦ ἱματίου ἅψασθαι θέλει. Ὁ δὲ Λουκᾶς ὃ μὴ εἶπε Ματθαῖος προσέθηκεν, ὅτι δωδε καετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ, καὶ ἡ αἱ 17.340 μοῤῥοοῦσα δώδεκα ἔτη εἶχεν αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνῃ αὕτη αἱμοῤῥοεῖ. Ἐν ἀπαθείᾳ γάρ ἐστιν ἐκείνη ὅσον χρόνον ζῇ ἡ συναγωγή· καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστί. ∆ώδεκα ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν αὕτη τοῦ πάθους πι στεύσασα θεραπεύεται, ἥτις οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς τῶν ἰατρῶν