Ἰωάννου, καὶ τοῦ Ἡσαΐουνομιστέον λέγεσθαι, ἀλλὰ καὶ περὶ πάσης θείας Γρα φῆς ὁμολογουμένως καὶ παρὰ τοῖς μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις, πεπληρωμένης αἰνιγμάτων, καὶ παραβολῶν, σκοτεινῶν τε λόγων, καὶ ἄλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀν θρωπίνῃ φύσει· ὅπερ διδάξαι βουλόμενος καὶ ὁ Σωτήρ φησιν, ὡς τῆς κλειδὸς οὔσης παρὰ τοῖς γραμματεῦσι, καὶ Φαρισαίοις οὐκ ἀγωνιζομένοις τὴν ὁδὸν εὑρεῖν τοῦ ἀνοῖξαι, τό· «Οὐαὶ ὑμῖν τοῖς νομικοῖς· ὅτι ἤρα τε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν.» Ταῦτα δὲ ἡμῖν ἐν προοιμίῳ λέλεκται, εἰς μέ γιστον ἀγῶνα, καὶ ὁμολογουμένως ὑπὲρ ἡμᾶς, καὶ τὴν ἕξιν ἡμῶν, ἀναγκαζομένοις ὑπὸ τῆς πολλῆς σου φιλομαθείας, καὶ δυσωπουμένοις ὑπὸ τῆς χρηστότη τος καὶ τῆς μετριότητός σου, ἱερὲ Ἀμβρόσιε, κατελ 12.1080 θεῖν· καὶ ὅτι γε ἐπὶ πολὺ ἀναδυόμενόν με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον, οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἁγίων, ἀλλὰ πολλῷ πλεῖον τοῦ γράφειν, καὶ τοῖς μεθ' ἡμᾶς καταλιπεῖν, παντοδαπῶς κατεπᾴδων φιλικῶς, καὶ κατὰ προκοπὴν θεότητος εἰς τοῦτο ἤγαγές με. Μάρτυς ἔσο μοι πρὸς Θεὸν, μεθ' ὅλου τοῦ βίου, καὶ περὶ τῶν ὑπηγορευμένων ἐξεταζόμενον, ποίᾳ τε προθέσει τοῦτο γεγένηται· καὶ πὴ μὲν ἐντυγχάνο μεν, πὴ δὲ ἤτοι βιαζόμεθα βιαιότερον, ἢ δοκοῦμέν τι λέγειν· ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ κατα φρονοῦντες τοῦ· «Ὅτε λέγεις περὶ Θεοῦ, κρίνῃ ὑπὸ Θεοῦ,» καλῶς εἰρημένου· καὶ τό· «Περὶ Θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός.» Ἀξιοῦμεν τοί νυν, ἐπεὶ μηδὲν χωρὶς Θεοῦ καλὸν εἶναι δύναται, καὶ μάλιστα νόησις Γραφῶν θεοπνεύστων, ὅπως τῷ Πα τρὶ τῶν ὅλων Θεῷ, διὰ τοῦ Σωτῆρος ἡμῶν καὶ ἀρχιε ρέως γενητοῦ Θεοῦ προσιέναι, αἰτήσεις δοθῆναι ἡμῖν πρῶτον καλῶς ζητεῖν· ἐπίκειται γὰρ τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ Θεῷ τῶν οὐχ ὁδῷ ἐπὶ τοῦτο προϊόντων. Καὶ μεθ' ἕτερα· Μέλλοντες δὲ ἄρχεσθαι τῆς ἑρμηνείας τῶν Ψαλμῶν, χαριεστάτην παράδοσιν ὑπὸ τοῦ Ἑβραίου ἡμῖν καθολικῶς περὶ πάσης θείας Γραφῆς παραδε δομένην προτάξομεν· ἔφασκε γὰρ ἐκεῖνος ἐοικέναι τὴν ὅλην θεόπνευστον Γραφὴν, διὰ τὴν ἐν αὐτῇ ἀσά φειαν, πολλοῖς οἴκοις ἐν οἰκίᾳ μιᾷ κεκλεισμένοις, ἑκάστῳ δὲ οἴκῳ παρακεῖσθαι κλεῖν οὐ τὴν κατ άλληλον αὐτῷ· καὶ οὕτω διεσκεδάσθαι τὰς κλεῖς περὶ τοὺς οἴκους, οὐχ ἁρμοζούσας καθ' ἑκάστην ἐκείνοις οἷς παράκεινται· ἔργον δὲ εἶναι μέγιστον εὑρίσκειν τε τὰς κλεῖς καὶ ἐφαρμόζειν αὐτὰς τοῖς οἴκοις, οὓς ἀνοῖξαι δύνανται· νοεῖσθαι τοίνυν καὶ τὰς Γραφὰς οὔσας ἀσαφεῖς, οὐκ ἄλλοθεν τὰς ἀφορμὰς τοῦ νοεῖσθαι λαμβανούσας ἢ παρ' ἀλλήλων ἐχουσῶν ἐν αὐταῖς διεσπαρμένον τὸ ἐξηγητικόν. Ἡγοῦμαι γοῦν καὶ τὸν Ἀπόστολον τὴν τοιαύτην ἔφοδον τοῦ συνιέναι τοὺς θείους λόγους ὑποβάλλοντα λέγειν· «Ἃ καὶ λα λοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.» Καὶ μετὰ πολλὰ συγκρίνων τοὺς ἑνικῶς κειμένους μακαρισμοὺς πρὸς τοὺς πληθυντικῶς εἰρημέ νους, φησίν· Εἰ δὲ «τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπτα 12.1081 πλασίως,» καὶ μετὰ πάσης ἀκριβείας ἐξητασμένως τὸ ἅγιον Πνεῦμα ὑποβέβληκεν αὐτὰ διὰ τῶν ὑπηρε τῶν τοῦ λόγου, μήποτε καὶ ὑμᾶς διαφεύγῃ ἡ ἀναλο γία, καθ' ἣν ἐπὶ πᾶσαν ἔφθασε Γραφὴν ἡ σοφία τοῦ Θεοῦ θεόπνευστον μέχρι τοῦ τυχόντος γράμματος· καὶ τάχα διὰ τοῦτο ὁ Σωτὴρ ἔφη· «Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.» Ὃν τρόπον γὰρ ἐπὶ τῆς κοσμοποιίας ἡ θεία τέχνη οὐ μόνον ἐν οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις φαίνεται, δι' ὅλων τῶν σωμάτων ἐκείνων πεφοιτηκυῖα, ἀλλὰ καὶ ἐπὶ γῆς ἐν ὕλῃ εὐτελεστέρᾳ τὸ αὐτὸ πεποίηκεν, ὡς μὴ ὑπερηφανῆσθαι ἀπὸ τοῦ τεχνίτου, μήτε τὰ σώματα τῶν ἐλαχίστων ζώων· πολλῷ δὲ πλέον καὶ τὰς ἐνυπαρχούσας ψυχὰς ἐν αὐ τοῖς, ἑκάστης ἰδίωμά τι λαβούσης ἐν αὐτῇ, ὡς ἐν ἀλόγῳ σωτήριον· μήτε τὰ τῆς γῆς βλαστήματα, ἑκάστῳ ἐνυπάρχοντος τοῦ τεχνικοῦ περὶ τὰς ῥίζας καὶ τὰ φύλλα