ὕδωρ εἰς ποτόν, ὕλας εἰς τόπον οἰκίας, ἀέρα εἰς αὔξησιν τῶν πάντων. οὐδὲν γὰρ ὁ θεὸς χρυσίῳ πωλεῖ, ἀλλὰ χαρί ζεται τὰ πάντα ἀγαθὰς φρένας διδοὺς τοῖς θέλουσι λαμβάνειν {ταῦτα οὖν ἐμοὶ οὐδέν ἐστιν}. 2.38 ἱμάτιον περιβέβλημαι ὃ ἐξ ὠδίνων ἔχοντά με ἡ μήτηρ ἔτε κεν. ἀέρι τρέφομαι καὶ ἡδέως ἐμαυτὸν {τοιοῦτον} βλέπω. τί ἀναγκάζεις με περιθέσθαι ὅλου τοῦ σώματος δεσμόν; ἐμοὶ ἡδύ τερον ἡ ἀμεριμνία πάσης κτίσεως καὶ μέλιτος γλυκύτερον τὸ ἀπὸ τοῦ ποταμοῦ ποτὸν ἰώμενον τὴν κατὰ φύσιν δίψαν. εἰ δὲ καὶ οἱ ἄρτοι οὗτοι εἰς τροφήν εἰσιν, τί αὐτοὺς περιέκαυσας πυρί; οὐκ ἐσθίω ἐγὼ ἀπόβρωμα πυρὸς οὐδ' ἀφαιροῦμαι ἀλλότριον τρο φήν· τὸ γευσάμενον αὐτὰ πῦρ καταδαπανάτω. ἵνα δέ σε μὴ ἀτι μάσω τιμῶντα σοφίαν, δέχομαι τὸ ἔλαιον. 2.39 καὶ ταῦτα εἰπὼν ὁ ∆άνδαμις {ἔλαβε τὸ ἔλαιον} καὶ ἀναστὰς τὴν ὕλην περιῆλθεν καὶ συναγαγὼν ξύλα ἐποίησε σωρὸν καὶ ἀνά ψας πυρὰν εἶπε· "Βραχμὰν πάντα ἔχει καὶ τρέφεται προνοίᾳ". καὶ ἱκανῶς ἀνάψας τὸ πῦρ ἐπέχεεν, ἕως πᾶν ἐδαπάνησε τὸ ἔλαι ον, καὶ ἦρεν ὕμνον τῷ θεῷ λέγων· "ἀθάνατε θεέ, εὐχαριστῶ σοι ἐν παντί· βασιλεύεις γὰρ τῶν ὅλων σὺ μόνος ἀληθῶς παρέχων σου τῷ πλάσματι πάντα πλουσίως εἰς τροφήν· δημιουργήσας δὲ τὸν κόσμον τοῦτον σὺ διατηρεῖς ἀναμένων τὰς ψυχάς, ἃς ἐξαπέστει λας ἐκεῖ, ἵνα πολιτευσαμένας ἀσφαλῶς τιμήσῃς ὡς θεός, τὰς δὲ ἀπειθησάσας τοῖς θεσμοῖς κατακρίσει παραδῷς· πᾶσα γὰρ δικαία κρίσις παρά σοι καὶ ἀπέραντος ζωὴ ἑτοίμη παρά σοι· χρηστότητι γὰρ ἀϊδίῳ τοὺς πάντας ἐλεεῖς". 2.40 ὁ δὲ Ἀλέξανδρος ἀκούσας ταῦτα πάντα καὶ ἰδὼν θαυμάσας σφόδρα καὶ κατανυγεὶς ἐπὶ τοῖς σοφοῖς καὶ ἀληθινοῖς λόγοις τοῦ ∆ανδάμεως ἀπῆλθεν ἀποφέρων πάντα, ὅσα ἐνηνόχει δῶρα πλὴν τοῦ ἐλαίου, οὗ ἀνήλωσε τὸ πῦρ. ὁ δὲ ∆άνδαμις εἶπεν· 2.41 "τοιοῦτοί ἐσμεν πάντες {ἡμεῖς}, Ἀλέξανδρε· ὁ δὲ σὸς φί λος Κάλανος ἡμῖν κακὸς ἀνὴρ ἐγένετο πρὸς βραχὺν χρόνον μιμη σάμενος ἡμῶν τὸν βίον καὶ ἐπεὶ μὴ ἐτύγχανε θεοφιλής, καταλι πὼν ἡμᾶς ἐδραπέτευσε πρὸς τοὺς Ἕλληνας καὶ παρὰ συνήθειαν ἰδὼν ἡμέτερα μυστήρια καὶ ταῦτα βεβήλοις ἐκπομπεύσας ἔθνεσιν ἐντεῦθεν εἰς πῦρ ἀθάνατον μετέστησεν ἑαυτόν. σὺ δὲ εἶ κακοῦ ἔθνους δεσπότης Μακεδόνων, τὸ πρὶν ἐλοιδόρεις Βραγμᾶνας καὶ ἐκέλευες τούτους ἀπόλλυσθαι πεισθεὶς ψευδέσι λόγοις· ὅπερ οὐ πρέπει βασιλεῖ καὶ κηδομένῳ ἐθνῶν ἄρχειν τὸ τοῖς διαβάλλουσι πείθεσθαι. 2.42 ἡμεῖς γὰρ τοῦ ἰδίου βίου θεῷ λόγον δώσομεν, ὅταν πρὸς αὐτὸν ἀπέλθωμεν· αὐτοῦ γάρ ἐσμεν ἔργα πάντες οἱ ἀντιποιούμε νοι τῆς αὐτοῦ δικαιοσύνης· καταφρονοῦμεν κενῆς δόξης τῆς παρὰ τοῖς ἄφροσι οὔσης. πῶς οὖν δύνασθε ὑμεῖς τὰ ἡμέτερα φρονεῖν κακῶς ζῶντες καὶ τοῦ ὄντως καλοῦ ἀμελοῦντες; ἡμεῖς δὲ οἱ Βραγ μᾶνες μνημονεύοντες πῶς ἐγεννήθημεν, τῇ φύσει ἐκείνῃ συζῶμεν καὶ βλέπομεν, πῶς ἀμέμπτως ζῆν δυνάμεθα· ἐν ἀμεριμνίᾳ διάγο μεν περὶ μηδενὸς φροντίζοντες· φροντὶς γὰρ ὕλης βίου βροτῶν χωρίζει νοῦν ἀπὸ θεοῦ· ἕκαστον γὰρ ἡμῶν ἡ πρόνοια ἐδίας γνώμης ἀπαιτήσει λόγον καὶ τῶν αὐτῆς πράξεων δίκας δώσομεν. διὰ τοῦ το χαίρομεν ἡμεῖς ἐν ἐρημίαις καὶ μέσαις ὕλαις καθεζόμενοι, ἵνα εἰς πᾶν ἀρέσκον τῷ θεῷ ἐφιστάνωμεν τὸν νοῦν, ἵνα μὴ αἱ ἀδολεσχίαι τῶν λοιπῶν ἀνθρώπων τὰς ψυχὰς ἡμῶν περισπάσωσιν ἀπὸ τῆς τοῦ θεοῦ δοξολογίας. 2.43 μακάριος γάρ ἐστιν ὃς οὐδενὸς {τῶν περισσῶν} δεῖται, δόξης δὲ κηδόμενος τοῦ δεσπότου τῶν ἁπάντων. δόξα δὲ κενὴ πάντων δεῖται· τὸν γὰρ βουλόμενον ἀρέσκειν πᾶσι δοῦλον εἶναι δεῖ πάντων. ἡμεῖς δὲ οὐ χρείαν ἔχομεν πόλεις ἐπιζητεῖν· σύνο δος γὰρ ἐπιβουλῆς ἐστι καὶ πολλῆς κακίας γεώργιον. μεγάλους δὲ ἡμῖν ὁ θεὸς οἴκους ἔκτισεν, ὄρη ὑψηλὰ καὶ ὕλας κατασκί ους, ἔνθεν καθαρᾶς φύσεως {τῆς δεδομένης ἐκ θεοῦ μνήμης σῴζε ται} καρποὺς ἐσθίοντες ἐν τούτοις ἐντρυφῶμεν καὶ ὕδωρ πίνον τες ἀπὸ τούτου εὐφραινόμεθα καὶ ἡδίστην ἀνάπαυσιν ἐπὶ φύλ λοις ἔχομεν καὶ ἐπὶ τούτοις ἀναπαυόμενοι τὸν κόπον ἀποτιθέ μεθα. 2.44 πῶς οὖν ὑμεῖς πολλῶν δοῦλοι ὄντες τοῖς ἐν πᾶσιν ἐλευ θέροις ἐπιτάσσειν δύνασθε; ὑμεῖς γὰρ ψυχῆς ἰδίας πολλὰ καὶ ποικίλα ἐπιθυμούσης δοῦλοι ἄτακτοί