ἀπύρεκτος, μὴ νοσήσας, ἀλλὰ τὴν σπυρίδα καταράπτων, ἐτῶν ὢν ἑβδομήκοντα· ὃς μεταστειλάμενός με, καὶ τοῦ τε λευταίου κεντήματος πρὸς ἀπαρτισμὸν ὄντος, μέλλων ἐκλεί πειν λέγει μοι· "∆έξαι ταύτην τὴν σπυρίδα ἐκ τῶν ἐμῶν χειρῶν, ἵνα μέμνησαί μου· ἄλλο γάρ σοι οὐκ ἔχω τί κατα λείψω"". Ὃν ἐνταφιάσασα καὶ ὀθονίοις τὸ σῶμα ἑλίξασα κατέθετο· καὶ οὕτως ἀνεχώρησε τῆς ἐρήμου, ἕως θανάτου τὴν σπυρίδα ἔχουσα μεθ' ἑαυτῆς. 10.6 Οὗτος ὁ Παμβὼ τελευτῶν, κατ' αὐτὴν τὴν ὥραν τοῦ ἐκλιμπάνειν παρεστῶσι Ὠριγένει τῷ πρεσβυτέρῳ καὶ οἰκο νόμῳ καὶ Ἀμμωνίῳ, ἀνδράσι περιβοήτοις, καὶ λοιποῖς ἀδελφοῖς, τοῦτο λέγεται εἰρηκέναι, ὅτι "Ἀφ' οὗ ἦλθον εἰς τὸν τόπον τοῦτον τῆς ἐρήμου καὶ ᾠκοδόμησά μου τὴν κέλλαν καὶ ᾤκησα, ἐκτὸς τῶν χειρῶν μου οὐ μέμνημαι "δωρεὰν ἄρτον" φαγών· οὐ μεταμεμέλημαι ἐπὶ λόγῳ ᾧ ἐλάλησα ἕως τῆς ἄρτι ὥρας· καὶ οὕτως ἀπέρχομαι πρὸς τὸν θεὸν ὡς μηδὲ ἀρξάμενος θεοσεβεῖν". 10.7 Προσεμαρτύρουν δὲ αὐτῷ ἀφηγούμενοι ἡμῖν Ὠριγένης τε καὶ Ἀμμώνιος ὅτι "Οὐδέποτε ἐρωτηθεὶς λόγον γραφικὸν ἢ ἄλλον τινὰ πραγματικὸν παραυτὰ ἀπεκρίνατο, ἀλλ' ἔλεγεν· "Οὐδέπω εὕρηκα". Πολ λάκις δὲ παρῆλθε καὶ τρίμηνον καὶ ἀπόκρισιν οὐκ ἐδίδου, λέγων μὴ κατειληφέναι. Οὕτω μέντοι τὰς ἀποφάσεις αὐτοῦ ἐδέχοντο, γινομένας περιεσκεμμένως κατὰ θεόν, ὡς ἀπὸ θεοῦ. Ταύτην γὰρ τὴν ἀρετὴν ἐλέγετο καὶ ὑπὲρ τὸν μέγαν Ἀντώνιον καὶ ὑπὲρ πάντας ἐσχηκέναι, τὴν εἰς τὸ ἀκριβὲς τοῦ λόγου". 10.8 Φέρεται δὲ τοιαύτη πρᾶξις τοῦ Παμβώ, ὅτι Πίωρ ὁ ἀσκητὴς παραβαλὼν αὐτῷ ἴδιον ἀπήνεγκεν ἄρτον, καὶ ἐγκλη θεὶς παρ' αὐτοῦ· "Τίνος ἕνεκεν τοῦτο πεποίηκας;" ἀπεκρί νατο· "Ἵνα σε μὴ βαρήσω", φησίν. Ὃν σιγῇ ῥητῶς ἐπαίδευσε· μετὰ χρόνον γὰρ παραβαλὼν αὐτῷ, βρέξας τὸν ἄρτον ἐβάσταζε, καὶ ἐπερωτηθεὶς εἶπεν· "Ἵνα μή σε βαρήσω καὶ ἔβρεξα". 11 .tΠερὶ Ἀμμωνίου 11.1 Ἀμμώνιος οὗτος ὁ μαθητὴς αὐτοῦ ἅμα τρισὶν ἀδελφοῖς ἑτέροις καὶ δυσὶν ἀδελφαῖς αὐτοῦ εἰς ἄκρον φιλο θείας ἐλάσαντες, κατειλήφασι τὴν ἔρημον, κἀκεῖναι κατ' ἰδίαν ποιήσασαι μονὴν καὶ οὗτος κατ' ἰδίαν, ὡς ἱκανὸν ἀπέχειν μεταξὺ ἀλλήλων. Ἐπειδὴ δὲ καθ' ὑπερβολὴν φιλόλογος ἦν ὁ ἀνήρ, καὶ πόλις τις ἠράσθη αὐτοῦ εἰς λόγον ἐπισκόπου, προσῆλθον τῷ μακαρίῳ Τιμοθέῳ παρακαλέσαντες αὐτὸν χει ροτονῆσαι αὐτὸν αὐτοῖς ἐπίσκοπον. 11.2 Καὶ λέγει αὐτοῖς· "Ἀγάγετέ μοι αὐτὸν καὶ χειροτονῶ αὐτόν". Ὡς οὖν ἀπῆλθον μετὰ βοηθείας καὶ εἶδεν ὅτι κατελήφθη, παρεκάλεσεν αὐτοὺς καὶ διωμόσατο μὴ καταδέχεσθαι χειροτονίαν, μηδὲ ἐξέρχε σθαι τῆς ἐρήμου· καὶ οὐ συνεχώρησαν αὐτῷ. Βλεπόντων οὖν αὐτῶν λαβὼν ψαλίδα τὸ οὖς αὐτοῦ τὸ ἀριστερὸν ἕως πυθμέ νος ἐψάλισε, λέγων αὐτοῖς· "Κἂν ἀπὸ τοῦ νῦν πληροφο ρήθητε ὅτι ἀδύνατόν μοι γενέσθαι, τοῦ νόμου ἀπαγορεύοντος ὠτότμητον εἰς ἱερωσύνην μὴ ἀπάγεσθαι". 11.3 Οὕτως οὖν ἀφέντες αὐτὸν ἀνεχώρησαν, καὶ ἀπελθόντες εἶπον τῷ ἐπισκό πῳ. Καὶ λέγει αὐτοῖς· "Οὗτος ὁ νόμος παρὰ Ἰουδαίοις πολιτευέσθω· ἐμοὶ δὲ καὶ ῥινότμητον ἐὰν ἐνέγκητε, ἄξιον ὄντα τοῖς τρόποις, χειροτονῶ". Ἀπελθόντες οὖν πάλιν παρ εκάλουν αὐτόν· καὶ διώμνυτο αὐτοῖς ὅτι "Ἐάν με ἀναγ κάσητε, τὴν γλῶσσάν μου ἀποτέμνω". Οὕτως οὖν ἀφέντες αὐτὸν ἀνεχώρησαν. 11.4 Τούτου τοῦ Ἀμμωνίου φέρεται τὸ θαῦμα τοῦτο, ὅτι οὐδέποτε ἡδονῆς αὐτῷ ἐπαναστάσης τοῦ σαρκίου αὐτοῦ ἐφείσατο, ἀλλὰ σίδηρον ἐκπυρώσας προσετίθει τοῖς ἑαυτοῦ μέλεσιν, ὡς πάντοτε αὐτὸν ἡλκωμένον εἶναι. Ἡ μέντοι τρά πεζα αὐτοῦ γέγονεν ἐκ νεότητος ὠμοφαγία ἕως θανάτου· οὐδὲν γὰρ ὃ διὰ πυρὸς διήρχετο ἔφαγέ ποτε ἐκτὸς ἄρτου. Παλαιὰν καὶ καινὴν γραφὴν ἀποστηθίσας καὶ ἐν συγγράμ μασιν ἀνδρῶν ἐλλογίμων Ὠριγένους καὶ ∆ιδύμου καὶ Πιερίου καὶ Στεφάνου διῆλθε μυριάδας ἑξακοσίας, ὡς μαρτυροῦσιν αὐτῷ οἱ τῆς ἐρήμου πατέρες. 11.5 Παρακλητικὸς δὲ ἦν τοῖς ἐν τῇ ἐρήμῳ ἀδελφοῖς εἰ καί τις ἄλλος. Τούτῳ ψήφους ἐδίδου ὁ μακάριος Εὐάγριος ἀνὴρ πνευματοφόρος καὶ διακρι τικός, λέγων ὅτι "Οὐδέποτε αὐτοῦ ἀπαθέστερον ἑώρακα ἄνθρωπον". [Οὗτος ἐν Κωνσταντίνου πόλει ποτὲ παραγενόμενος διὰ χρείαν, ... μετ' ὀλίγον χρόνον κοιμᾶται, καὶ θάπτεται ἐν τῷ