χάριτος, ἀλλὰ κατὰ τὸ παλαιὸν ἔθος ἐνήστευον. ἀνάρμοστον οὖν ἦν καὶ ἀνοίκειον τὰς ἐκείνων νηστείας νηστεύειν τοὺς τῆς καινῆς πολιτείας νομοθέτας καθισταμένους καὶ κήρυκας. νηστεύουσι δὲ νηστείαν οἰκείαν καὶ πρόσφορον. διό φησιν· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται τὸ εὐάρμοστον καὶ κατάλληλον ἀπολαμβάνοντες. οἶνον δὲ νέον εἰς ἀσκοὺς βάλλειν παλαιοὺς ἢ παλαιὸν εἰς νέους οὐκ ἔστιν τὸ οἰκεῖον καὶ ὁμόστοιχον, ἀλλὰ τὸ ἐναντίον καὶ ἀλλότριον ἀποδιδόναι. 39 Mt 9, 17 Ἀσκοὺς παλαιοὺς τοὺς ἐν τῷ παλαιῷ νόμῳ κειμένους λέγει, οἶνον δὲ νέον τὴν τοῦ Χριστοῦ χάριν τὴν δοθεῖσαν ἡμῖν ὕστερον ἢ τὴν νέαν διαθήκην. 40 Mt 10, 32 33 Εἶτα εἰπὼν ὅτι ὁμολογήσω κἀγὼ ἐν αὐτῷ δείκνυσιν, ὅτι οὐ τῆς χάριτός ἐστι γυμνῆς τὸ ἀναγορευθῆναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλὰ καὶ τῆς γνώμης καὶ τῆς σπουδῆς καὶ τοῦ τὴν χάριν ὑποδεχομένου· ἐν αὐτῷ γάρ φησιν ὁμολογήσω· ἐν τῇ πράξει αὐτοῦ, ἐν τοῖς ἔργοις αὐτοῦ τοῖς καλοῖς, ἐν τῇ παρρησίᾳ αὐτοῦ, ἣν ὑπὲρ ἐμοῦ πρὸς τοὺς διώκοντας ἐπεδείξατο καὶ ἐπαρρησιάσατο· καὶ γὰρ ὥσπερ χωρὶς τῆς χάριτος οὐδὲν δύναται κατορθῶσαι μόνη ἡ προαίρεσις, οὕτως ἂν μὴ καὶ αὐτοὶ προαιρώμεθα οὐδ' ἡ χάρις συναντιλαμβάνεται. 41 Mt 10, 33 ∆ιὰ τί δὲ οὐκ ἀρκεῖται ὁ θεὸς τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; καὶ ὅτι οὐδὲ ἡ κατὰ διάνοιαν πίστις ἔτι διαμένει τελεία καὶ βεβαία διὰ τῆς γλώσσης ἐνυβριζομένη, καὶ ὅτι τοὺς ἀκούοντας μᾶλλον βλάπτει ἢ εἰ κατὰ διάνοιαν ἐξηρνήσατο· τῆς μὲν γὰρ ἦν ἐν ἀδήλῳ τὸ πτῶμα· ὁ δὲ διὰ γλώσσης ἐξαρνησάμενος εἰς μέσον ἅπασιν τὸ παράπτωμα προθεὶς κοινὸν τὸ σκάνδαλον κατειργάσατο καὶ τότε εἰς αὐτὸ ἥκων ἀσθένειαν τῆς πίστεως καὶ ψεῦδος κατεψηφίσατο. 42 Mt 10, 38 Ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ· ὅστις οὐκ ἔστιν οὕτως ἕτοιμος εἰς τὸν ὑπὲρ ἐμοῦ θάνατον, ὥστε δοκεῖν αὐτὸν ἀεὶ μεθ' ἑαυτοῦ φέρειν καὶ οὕτως ἕπεσθαί μοι, οὐκ ἔστιν μου ἄξιος, ἀλλὰ δεῖ βαστάζειν καὶ περιφέρειν μεθ' ἑαυτοῦ ἀεὶ ὑπὲρ Χριστοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸν θάνατον, ὡς οἰκεῖον κτῆμα καὶ κατόρθωμα· καὶ γάρ φησιν τὸν σταυρὸν αὐτοῦ, διὰ μὲν τοῦ σταυροῦ τὸν θάνατον καὶ τοῦτον οὐχ ἁπλῶς, ἀλλὰ τὸν βίαιον καὶ ἐπονείδιστον· διὰ δὲ τοῦ αὐτοῦ, δηλονότι οἰκεῖον λογιζομένους καὶ ἀγαπητῶς πρὸς αὐτὸν διακειμένους δεῖ βαστάζειν καὶ περιάγειν αὐτὸν οἷον ὡς ἔφην ἑτοίμους εἶναι πρὸς αὐτόν, ὅταν ἐπάγηται παρὰ τῶν διωκόντων ὑμᾶς· οἱ γὰρ οὕτως διατεθέντες πρὸς τὸν θάνατον οὐδὲν λοιπὸν τῶν ἐν βίῳ δυσχερῶν ἕξουσι περικόπτον αὐτῶν τὴν περὶ τὸν δεσπότην πίστιν καὶ διάθεσιν εἰλικρινῆ. εἰ δὲ τὸ ἐπίταγμα δοκεῖ βαρύ, ἀλλὰ σκοπεῖν χρὴ καὶ τὸ ἔπαθλον ὁποῖον τὸ γενέσθαι ἄξιον Χριστοῦ. τίς ἂν γένοιτο Χριστοῦ ἄξιος; οὗτος γὰρ ὡς ἀληθῶς ὁ τρισμακάριστος ὁποῖοι οἱ μαθηταὶ αὐτοῦ καὶ οἱ μάρτυρες. 43 Mt 10, 38 Ὅστις οὐ βαστάζει τὸν σταυρόν μου, φησίν, οὐκ ἔστιν μου ἄξιος· τοῦτ' ἔστιν ὅστις τὸν ὑπὲρ ἐμοῦ θάνατον οὐκ ἀεὶ ἔχει ἐν τῇ ψυχῇ καὶ διηνεκῶς τοῦτον μελετᾷ, οὐκ ἔστιν μου ἄξιος. 44 Mt 11, 7 10 Ἐπειδή τινας ἦν εἰκὸς τῶν ἐκ τοῦ πλήθους σκανδαλισθῆναι ἐπὶ τῇ ἐρωτήσει, ἣν προσήνεγκαν οἱ τοῦ Ἰωάννου μαθηταί, οὐκ ἄλλοθεν αὐτῶν τὸ σκάνδαλον, ἀλλ' αὐτοῖς ἐκείνοις χρώμενος μάρτυσιν διαλύει. ὑμεῖς, φησίν, ἐπίστασθε, ἃ ἐμαρτύρει ὁ Ἰωάννης περὶ ἐμοῦ, καὶ ὑμεῖς τὸν ἄνδρα οἷός ἐστι θαυμαστὸς ἔργῳ ἐδείξατε ἐξελθόντες πρὸς αὐτὸν ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου βαπτισθῆναι ὑπ' αὐτοῦ. ἐπεὶ οὖν ἅ τε μαρτυρεῖ οἴδατε καὶ τὸ ἀξιόπιστον αὐτοῦ ἔργῳ ὑμεῖς ἐμαρτυρήσατε, μὴ νομίσητε νυνὶ μεταβεβλῆσθαι αὐτὸν καὶ ἄλλα ἀντ' ἐκείνων περὶ ἐμοῦ αὐτὸν ὑπονοεῖν ἢ λέγειν· ὡς γὰρ ἐπίπαν οἱ ἐξ ἀρετῆς ἐπὶ κακίαν καὶ ἐξ ἀληθείας εἰς ψεῦδος μεταβαλλόμενοι ἢ κουφότητι διανοίας ἢ δόξης καὶ χρημάτων ἐπιθυμίᾳ μεταβάλλονται, ἀλλὰ τὸν Ἰωάννην ὑμεῖς οὐδὲν τοιοῦτο ὑπενοήσατε· οὐ γὰρ ἂν εἰς τὴν ἔρημον ἐξήλθετε, ἵνα κοῦφον ἄνθρωπον καὶ εὐμετάβολον καὶ ὥσπερ κάλαμον παντὶ ἀνέμῳ περιφερόμενον, [οὐκ ἂν ἐξήλθετε,] ἵνα ἴδητε, ἀλλ' οὐδὲ κενόδοξον ἢ φιλοχρήματον· οἱ γὰρ τοιοῦτοι οὐ τὰς ἐρήμους,