προσονομάζομεν ἄθλιον ...· οὐκ ἄρα ὁ κακὸς ᾗ κακὸς ὁμοιοῦται τῷ νῷ ... <οὔτ' ἂν> ἐν τῷ νῷ παραδείγματα <εἴη τῶν κακῶν· πᾶσα> γὰρ εἰκὼν παραδείγματός ἐστιν εἰκών. <εἰ δὲ καὶ Πλάτων τὰ μὲν εἴδη "3θειότατα"3 καλεῖ τῶν ὄντων-τὸ γὰρ ὡσαύτως ἔχειν ἀεὶ τοῖς πάντων θειοτάτοις προσήκει μόνοις ὁ Ἐλεάτης ξένος φησί [Pl. pol. 269d 5-6]->, τὸ δὲ τῶν κακῶν ἄθεον [Theaet. 176e] καὶ σκο- τεινὸν παράδειγμα, <ὥσπερ εἴρηται>· τίς μηχανὴ <τὴν τοιαύτην φύσιν> ἐν ἐκείνοις ὑποτιθέντας κἀκεῖθεν παράγειν τὸ κακόν; εἰ δὲ καὶ ὁ δημιουργὸς τοῦ παντός, παρ' ᾧ τὰ εἴδη πάντα καὶ ὁ τῶν εἰδῶν ἀριθμός, βούλοιτο μὴ εἶναι τὸ κακὸν ἐν τῷ παντὶ καὶ πάντα μὲν ὅμοια αὐτῷ γεννᾶν ἐθέλοι, κακὸν δὲ μηδέν, πῶς ἂν ἔτι παράδειγμα ἔχοι καὶ τῶν κακῶν, πάντα μὲν ἀγαθύνων, φλαῦρον δὲ μηδὲν εἶναι [Pl. Tim. 30a] συγχωρῶν; οὐ γὰρ τοῖς μὲν αὐτῶν δημιουργεῖ <καὶ γεννᾷ>, τοῖς δὲ <ἄγονος καὶ> ἀδρανής ἐστιν, ἀλλ' αὐτῷ τῷ εἶναι παράγων τὰ πάντα ἀμερίστως ἐνεργεῖ. καὶ <τὸ τοῦ κακοῦ εἶδος> παραγάγοι ἂν τὰ κακὰ καὶ οὐδὲ μόνον ἃ βούλεται ποιήσει ἐκεῖνος οὐδὲ ἡ βούλησις ἔσται αὐτῷ κατὰ φύσιν· ὡς εἰ καὶ τὸ πῦρ θερμαῖνον <ἄλλα> καὶ ξηραῖνον, τὸ μὲν ἐθέλοι, τὸ δὲ μή. δυοῖν οὖν ἀνάγκη θάτερον· ἢ καὶ βούλεσθαι τὰ κακὰ τὸν θεῖον νοῦν καὶ εἶναι καὶ γίνεσθαι, εἰ καὶ τούτων ἐστὶν <κατ' οὐσίαν> πατήρ, ἢ μὴ βουλόμενον μηδὲ γεννᾶν αὐτὰ μηδὲ παράγειν μηδὲ τοὺς λόγους ἔχειν αὐτῶν, οἷς ἕκαστα τῶν ἐγκοσμίων ὑφίστησιν. 44 Ἀλλ' οὗτος μὲν ὁ λόγος οὐδ' αὐτός ἐστιν ἱκανὸς πείθειν ἑαυτὸν ὡς ἔστιν ἀληθής, πολλάκις ἐπὶ τἀναντία μεταβαλλόμενος. εἰ δὲ λέγοντες ἀΐδιον τὸ κακὸν καὶ ἀκινήτους τῶν ἀϊδίως ὄντων τὰς αἰτίας ..., τῆς τοιαύτης ἀρχῆς παρῃρῆσθαι τὸ κακὸν λέγομεν, οὐ θαυμαστόν. <τὸ γὰρ ἀΐδιον ἐκεῖνο λέγομεν ὃ> κατὰ φύσιν ἔχει τὴν εἰς τὸ εἶναι πάροδον, ἀλλ' οὐ τὸ ὁπωσοῦν γενόμενον. ἐπεὶ καὶ τὸ τοῖς κακοῖς τοῦτο περιπολεῖν ῥητέον ὑπάρχειν αὐτό, οὐ καθ' ὅσον ἐστὶ κακὸν ἕκαστον, ἀλλ' ὅτι καὶ ταῦτα κοσμεῖ τοῦ παντὸς ἡ τάξις ..., διδοῦσα τοῖς μὲν γενητοῖς ἀϊδιό- τητος μετουσίαν, τοῖς δὲ εὐθυπορουμένοις περιόδων κυκλικῶν, τοῖς δὲ ἀτάκτοις τάξεως, τοῖς δὲ ἀορίστοις ὅρου, τοῖς δὲ κακοῖς ἀγαθότητος -πᾶν οὖν κατὰ φύσιν ὂν καὶ ἀεὶ ὂν ἐξ αἰτίας ὡρισμένης γεννᾶται, τὸ δὲ κακὸν οὐ κατὰ φύσιν· οὐδὲ γὰρ χωλείας ἐν τῇ φύσει λόγος ὡς οὐδὲ ἀτεχνίας ἐν τῇ τέχνῃ. πῶς οὖν κἀνταῦθα τὴν ἀκίνητον ἀρχὴν ζητητέον, καὶ τίς ὁ ἐν τοῖς εἴδεσι τῶν κακῶν λόγος, πάντων μὲν ὅσα κατ' ἐκεῖνα γέγονεν ὄντων εἰδῶν καὶ περάτων, τῆς δὲ τῶν κακῶν φύσεως οὔσης καθ' ἑαυτὴν ἀπείρου καὶ ἀορίστου; 45 <Τρίτον οὖν> τὴν ψυχὴν θεωρητέον, εἰ καὶ ταύτην πάντων τῶν κακῶν αἰτιασόμεθα, <ἣν κακεργέτιν ὀνομάζομεν>· πότερον γὰρ τὸ εἶναι αὐτῆς καὶ ὥσπερ πυρὸς τὸ θερμαίνειν καὶ μηδὲν ψύχειν, καὶ ἄλλων ἄλλο ἔργον, οὕτω δὴ καὶ ταύτης τὰ κακὰ γεννᾶν καὶ πάντα οἷς ἂν γειτνιάσῃ κακίας ἀναπιμπλάναι; --- εἰ δέ, ὥσπερ ἔνιοι φασί, τῇ οὐσίᾳ καὶ τῷ εἶναι, πόθεν τὸ εἶναι τοῦτο αὐτῆς ὑπολάβοιμεν; ἆρα ἀλλαχόθεν ἢ ἐκ τῆς δημιουργικῆς αἰτίας; --- ἀλλ' εἰ ἐκ τούτων, πῶς κατ' οὐσίαν κακόν; ἀγαθὰ γὰρ πάντα τὰ τούτων ἔκγονα· καὶ ὅλως πᾶν τὸ κακὸν ἔξω τῆς οὐσίας καὶ οὐκ οὐσία· <τῇ μὲν γὰρ οὐσίᾳ ἐναντίον οὐδέν, τῷ δὲ κακῷ ἐναντίωται τἀγαθόν>· ἡ μὲν οὐσία τοῦ ὄντος ἐστὶν εἰκών, τὸ δὲ ὂν ἵδρυται ἐν τῷ ἀγαθῷ καὶ <γεννᾷ> πάντα κατὰ τὸ ἀγαθόν, καὶ οὐδὲν ἐκεῖθεν κακόν. --- 47 Ἀλλ' εἰ μὴ αὗται τῶν κακῶν αἰτίαι, τί ποτε ἂν αὐτοὶ τῆς τῶν κακῶν αἰτιασαίμεθα γενέσεως; ἓν μὲν δὴ καθ' ἑαυτὸ τῶν κακῶν αἴτιον οὐδαμῶς θετέον. εἰ γὰρ τῶν ἀγαθῶν τὸ αἴτιον ἕν, τῶν κακῶν τὰ αἴτια πολλὰ <καὶ οὐχ ἕν>. --- τὰ γὰρ ἐκ μιᾶς αἰτίας πάντα φίλα τε καὶ συμπαθῆ καὶ προσήγορα ἀλλήλοις, τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον, --- ἄλλα δ' ἄττα δεῖ ζητεῖν τῶν κακῶν τὰ αἴτια [Pl. resp. II 379c] ---. ποία γὰρ μονὰς ἢ ποῖος ὅρος ἢ τίς ἀΐδιος λόγος τῶν κακῶν, οἷς τὸ εἶναι φύσει ἐστὶ δι' ἀνομοιότητος καὶ ἀοριστίας μέχρι τῶν ἀτόμων; τὸ δὲ ὅλον πανταχοῦ κακίας ἄμοιρον. 48 Ποιητικὰ μὲν οὖν τῶν κακῶν αἴτια--- <τὰ μὲν γὰρ> αὐτὰς ἄγει εἰς τὸ κακόν, τὰ δὲ ἀλλήλοις μαχόμενα δίδωσι τῷ παρὰ φύσιν χώραν εἰς τὴν