1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

9

ἐρωτήσεις τινὰς προσ αγαγὼν, τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκα λον, καὶ ηὗρεν αὐτοὺς οὐχ ἁπλῶς ὑπερκειμένους, ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἄλλων πάντων ἐθνῶν Ἰουδαῖοι σοφώτεροι. Ταῦτα εἰρηκὼς ἐπήγαγε καʹ. "Καὶ ἐγένετο ∆ανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως." Οὐχ ἁπλῶς δὲ τοῦτο προστέθεικεν, ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆ σαι θελήσας. Τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξε, καὶ τὸ τέλος προστέθεικεν, ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη, μάθω μεν ἅπαντα τῆς προφητείας τὸν χρόνον. Πρὸς δὲ τού τοις ἡμᾶς διδάσκει, ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο Κῦρον, καὶ τῷ παρόντι βίῳ παραψυχῆς ἀπήλαυσε τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών· ἐν αὐτῷ γὰρ τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἐπανελθεῖν ὁ Κῦρος εἰς τὴν Ἰουδαίαν τοὺς βουλομένους Ἰουδαίους προσέταξε, καὶ τὸν θεῖον ἀνήγειρε νεὼν, παρ' αὐτοῦ τοῦ μακαρίου ∆ανιὴλ τὴν Ἡσαΐου τοῦ προφήτου πρόῤῥησιν διδαχθείς· ἐκεῖνος γὰρ διαῤῥήδην ἐβόα· "Λέγων Ἱερου σαλὴμ, Οἰκοδομηθήσῃ· καὶ ταῖς πόλεσι τῆς Ἰου δαίας, Κατοικισθήσεσθε· ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσειν." -"Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ, ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ γὰρ προ πορεύσομαι πρὸ προσώπου σου, καὶ ὄρη ὁμαλιῶ· πύλας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συν 81.1284 θλάσω, θησαυροὺς σκοτεινοὺς ἀποκρύφους ἀορά τους ἀνοίξω σοι." Ταῦτα μαθὼν ὁ Κῦρος τοῖς βου λομένοις τῶν Ἰουδαίων τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπ άνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν Παραλειπο μένων τὸν χρόνον ἡμᾶς διδάσκει. "Ἔτους γὰρ, φησὶ, πρώτου Κύρου, τοῦ βασιλέως Περσῶν, μετὰ τὸ πλη ρωθῆναι ῥῆμα Κυρίου διὰ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου, τοῦ βασιλέως Περσῶν, καὶ παρήγγειλε Κῦρος κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὑτοῦ ἐν λόγοις Γραφῆς, λέγων· Τάδε λέγει Κῦρος ὁ βασιλεὺς Περσῶν· Πάσας τὰς βασι λείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρα νοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ, τῇ ἐν τῇ Ἰουδαίᾳ· τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; Κύριος ὁ Θεὸς ἔσται μετ' αὐτοῦ, καὶ ἀναβήτω." Τούτου χάριν καὶ ὁ μακάριος ∆ανιὴλ τὸν τῆς προφητείας διδάσκων χρόνον, ἐν τέθεικε τοῖς Ἰουδαίων συγγράμμασι τό· "Ἐγένετο ∆ανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως." Ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν ∆εσπότην ὑμνήσωμεν, τὸν πατάσσοντα καὶ ἰώμενον, μαστιγοῦντα καὶ ἰατρεύοντα, τιμωρίᾳ καὶ φιλανθρωπίᾳ χρώμενον· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΜΟΣ Βʹ. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. "Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Να βουχοδονόσορ

ἐνυπνιάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ' αὐτοῦ." Ἐντεῦθεν μανθάνομεν, ὡς εὐθὺς καὶ παρα χρῆμα τῆς βασιλείας ἀρξάμενος ἐπεστράτευσε τῇ Ἰουδαίᾳ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ, καὶ τὸν μὲν ἐκέλευσε φέρειν δασμὸν, τοὺς δὲ λαβὼν αἰχμαλώτους εἰς τὴν τῶν Ἀσσυρίων ἀπήγαγε χώραν. Μαρτυρεῖ δὲ καὶ Ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις, οὑτωσὶ λέγων· "Ὁ λόγος ὁ γενόμενος ἐπὶ Ἱερεμίαν τὸν προφήτην, ἐπὶ πάντα τὸν λαὸν Ἰούδα, ἐν τῷ ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, οὗτος ἐνιαυτὸς πρῶτος τῷ Ναβου χοδονόσορ, βασιλεῖ Βαβυλῶνος." Εὑρίσκομεν τοίνυν 81.1285 ἐνταῦθα, ὡς τοῦ τρίτου ἔτους τῆς βασιλείας πληρου μένου τῷ Ἰωακεὶμ βασιλεύσας ὁ Ναβουχοδονόσορ τὴν κατὰ τῶν Ἰουδαίων στρατείαν ἐποιήσατο· ἐν ἀρχῇ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης Ἱερεμίας παραίνεσιν τῷ λαῷ προσφέρων, ἔφη πρῶτον εἶναι τοῦτον τὸν ἐνιαυτὸν τῷ βασιλεῖ Ναβουχοδονόσορ. Καὶ ὁ μακάριος δὲ ∆ανιὴλ