1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

9

ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγους κυ κλόθεν. Πανταχοῦ καὶ τὸ ὁμοίωμα, καὶ τὸ ὡς προστίθησι, διδάσκων ἡμᾶς μὴ μέχρι τούτου ἑστάναι, ἀλλ' εἰδέναι ὡς τῶν ὀπτάσεων ἑκάστη πρὸς τὴν χρείαν ἁρμόζεται. Τῷ μὲν γὰρ πατριάρχῃ Ἀβραὰμ, ὡς ἄνθρωπος ἐπεφάνη τῶν ὅλων ὁ ∆εσπότης, καὶ οὐδὲν αὐτῷ φοβερὸν ἔδειξεν, ἀγαθὰς μέλλων παρέχειν ἐπαγγελίας, καὶ αὐτῷ, καὶ δι' αὐτοῦ πάσῃ τῇ οἰκου μένῃ. Ἡ γὰρ τοῦ Ἰσαὰκ ὑπόσχεσις, καὶ τὴν κατὰ σάρκα τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ περιέχει γέννησιν· διὸ καὶ ἡ τῶν ἐθνῶν εὐλογία τῇ τοῦ Ἰσαὰκ ἐπαγγελίᾳ συνήφθη. "Ἐν τῷ σπέρματι γάρ σου, φησὶν, εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς." Ἡνίκα δὲ αὐτῷ τὴν τοῦ γένους δουλείαν πρού λεγεν, οὐχ οὕτω χρηστὸς ἐπεφάνη, ἀλλὰ καὶ κλί βανον ἔδειξε καπνιζόμενον, καὶ λαμπάδας πυρὸς διερχομένας ἀναμέσον τῶν διχοτομημάτων. Οὕτω τὸν Ἰακὼβ δειμαίνοντα τὸν Ἡσαῦ ψυχαγωγῆσαι θελήσας, ὡς ἄνθρωπος ἐπεφάνη. Τῷ δὲ Μωσῇ κατ' ἀρχὰς μὲν ἔδειξε τὰ φρικώδη, τὸ πῦρ ἐν τῇ βάτῳ, καὶ τὴν βάτον καιομένην, καὶ μὴ κατακαιομένην· μετὰ δὲ ταῦτα ἡμέρως προσδιαλέγεται, οὐδὲν ὑποδεικνὺς τῶν φρίκην ἐμποιεῖν δυναμένων. Καὶ τὸν Ἰσραὴλ δὲ φοβῆσαι θελήσας, καὶ τὴν οἰκείαν δύναμιν γνωρίσαι, τὸ ὄρος ἅπαν ὑποδείκνυσι καπνιζόμενον, καὶ βροντὰς κτυπούσας, καὶ σάλπιγγας ἠχούσας, καὶ γνόφον πο λὺν, καὶ ἁπαξαπλῶς οὕτως αὐτοὺς ἐξεδειμάτωσεν, ὡς ἱκετείαν τῷ προφήτῃ προσενεγκεῖν, μὴ τὸν Θεὸν αὐτοῖς προσδιαλέγεσθαι, ἀλλ' αὐτὸν τὰ θεῖα διαπορ θμεύειν. Ταύτην τῶν ὀπτασιῶν τὴν διαφορὰν καὶ τῷ μεγάλῳ Ἡλίᾳ ὑπέδειξε· πρῶτον μὲν συσσεισμὸν, εἶτα πῦρ, εἶτα πνεῦμα συντρίβον ὄρη, καὶ λεπτύνον πέτρας, καὶ μετὰ ταῦτα πνοὴν αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ Κύριον· χαίρει γὰρ αὐτὸς ἀγαθότητι, καὶ μα κροθύμως καὶ ἠπίως βούλεται τὰ κατὰ τοὺς ἀνθρώ πους οἰκονομεῖν· ἡ δὲ πολλὴ ἀσέβεια καὶ παρανομία παρασκευάζει κἀκείνοις κεχρῆσθαι. ∆ιὸ ἐν ἐκείνοις οὐκ ἔφη εἶναι, ἀλλ' ἐν τῇ αὔρᾳ τῇ λεπτῇ· ἐπειδὴ οὐ τῆς αὐτοῦ γνώμης, ἀλλὰ τῆς τῶν ἀνθρώπων χρείας ἐκεῖνα· ἀγαθότης δὲ καὶ φιλανθρωπία τῆς αὐτοῦ φύσεως ἴδια. Ὅταν τοίνυν διαφόρους ὀπτασίας ἀκού σῃς Θεοῦ, μὴ πολύμορφον ὑπολάβῃς τὸ Θεῖον· ἀσώ ματον γὰρ καὶ ἀνείδεον παντελῶς, ἁπλοῦν τε καὶ ἀσύνθετον, καὶ ἀσχημάτιστον, ἀόρατόν τε καὶ ἀθέα τον, καὶ οὐδενὶ περιγραφόμενον ὅρῳ· δείκνυσι δὲ τὰς ὄψεις, πρὸς τὴν χρείαν ταύτας ἀνατυπῶν· καὶ 81.836 ἐνταῦθα τοίνυν ἔδειξε μὲν ἐκεῖνα τὰ φοβερά· ἔδειξε δὲ καὶ τὴν ἐσομένην πάντων ἀνθρώπων εὐεργεσίαν, τὴν τοῦ Θεοῦ φημι καὶ Σωτῆρος ἡμῶν ἔνσαρκον οἰκονομίαν. ∆ιὰ τοῦτο τὸ μὲν εἶδος ἀνθρώπινον λέγει, τὰς δὲ φύσεις δύο· τὴν μὲν ἠλέκτρου, τὴν δὲ πυρὸς, καὶ τὴν μὲν φέρουσαν, τὴν δὲ φερομένην· ἡ γὰρ θεία φύσις τὴν ἀνθρωπείαν περιέκειτο· διὸ τὸ μὲν ἄνω λέγει τεθεᾶσθαι ὡς εἶδος ἠλέκτρου· τὸ δὲ ἀπὸ ὀσφύος καὶ κάτω, ὡς εἶδος πυρός· τοῦ μὲν πυρὸς τὴν θείαν φύσιν αἰνιττομένου ("Ὁ γὰρ Θεός σου, φησὶ, πῦρ καταναλίσκον")· τοῦ δὲ ἠλέκτρου τὴν ἀνθρωπείαν. Τοιοῦτο γὰρ τὸ ἤλεκτρον, οἱονεὶ μικτὸν τὸ εἶδος ἔχον, καὶ οὔτε χρυσῷ οὔτε ἀργύρῳ παρεοικὸς, ἀλλ' ὥσπερ ἑκατέρου κρᾶμα τυγχάνον. Τοιοῦτο δὲ καὶ τὸ ἀνθρώ πινον σῶμα· οὐ γὰρ μόνον ἐστὶ γῆ, οὐδὲ ὕδωρ αὐτὸ καθ' αὑτὸ, οὔτε πῦρ, οὔτε ἀὴρ, ἀλλ' ἐκ τῶν τεσσάρων στοιχείων συγκέκραται· μᾶλλον δὲ τοιαύτη τοῦ ἀνθρώπου ἡ φύσις, οὔτε ψυχὴ λογικὴ μόνον, οὔτε σῶμα θνητὸν, ἀλλ' ἀμφότερα κατ' αὐτόν. ∆ιὰ τοῦτο ὁ προφήτης ὁρᾷ ἀπὸ ὀσφύος καὶ ἄνω, ὡς εἶδος ἠλέκτρου, ἀλλὰ καὶ ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ. Καὶ γὰρ τὸ ἀνθρώπινον τοῦ Θεοῦ Λόγου φαιδρὸν, καὶ λαμπρὸν, καὶ ἔνδοξον, ἀθάνατόν τε καὶ ἄφθαρτον ὑπὸ τῆς ἐνοικούσης ἐγένετο φύσεως· διὸ ἁρμοδίως ἔφη· "Καὶ ἴδον ὡς ὅρασιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως κάτω, ὡς ὅρασιν πυρός." Ἡ γὰρ θεία φύσις τὴν ἀνθρωπείαν ἔφερεν. "Καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ. Ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγου, κυκλόθεν." Καὶ ταῦτα δὲ τῶν θείων δωρεῶν ὑπάρ χει σημαντικά· δίκην γὰρ αἴγλης ἐκεῖθεν ἐξιοῦσαι