ἀνακαλέσασθαι αὐτὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας, ὡς δὲ εἶδον αὐτὸν ἀντι λέγοντα καὶ μᾶλλον θρασυνόμενον κατὰ τῆς ὀρθοδόξου πίστεως, τότε ἀπεφήναντο κατ' αὐτοῦ καὶ ἀνεθεμάτισαν αὐτὸν πάντες οἱ κατὰ τὴν οἰκουμένην ἐπίσκοποι.Ἐνταῦθα δὲ γενόμενος τοῦ λόγου, ἡδέως ἂν ἐροίμην τοὺς ἐκ τῶν ἡμετέρων ἀβασανίστως παραδεξαμένους τὴν καινοτομίαν ταύτην, ἁπλότητι λογισμοῦ καὶ οὐ κακίᾳ γνώμης. Τίνος χάριν, ἀδελφοί μου, καταλιπόντες ἐν τούτῳ τῷ μέρει τὴν τῶν πατέρων ὀρθόδοξον διδασκαλίαν, τὴν ἐφευρεθεῖσαν ὑπὸ τῶν αἱρετικῶν καινοτομίαν κατεδέ ξασθε; Ἐχρῆν συνιέναι ὅτι οὐ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες, οἱ ἅγιοι ἡμῶν πατέρες παρέδωκαν ἡμῖν ἄδειν τοῦτον τὸν ὕμνον, ἀλλ' ἐξ ἀποκαλύψεως θειο τέρας οὐχ ἑνὶ καὶ δευτέρῳ μόνῳ ἀποκαλυφθείσης, οὐδὲ ἐν παραβύστῳ τινί, ἀλλ' ἡμέρας μέσης, παντὶ τῷ φιλο χρίστῳ λαῷ τῆς βασιλίδος Κωνσταντινουπολιτῶν, ἐπὶ τοῦ ὁσίου τρισμακαρίστου πατρὸς ἡμῶν καὶ ἐπισκόπου Πρό κλου, τοῦ ἐν διδασκάλοις δοκιμωτάτου. Πᾶν δὲ τὸ ἐκ θείας χάριτος θεόθεν ἡμῖν ἀποκαλυπτόμενον ἀνελλιπές ἐστι πάντως καὶ παντέλειον εἰς σωτηρίαν, μὴ ἐπιδεόμενον τῆς ἐξ ἀνθρωπίνων συλλογισμῶν προσθήκης ἢ ἀφαι ρέσεως κατὰ τὸ εἰρημένον τῇ θεοπνεύστῳ Γραφῇ· "Τὸ ῥῆμα, ὃ ἐγὼ ἐντέλλομαί σοι σήμερον, φύλαξαι σφόδρα τοῦ ποιῆσαι αὐτό, οὐ προσθήσεις ἐπ' αὐτῷ, οὐδὲ ἀφελεῖς ἀπ' αὐτοῦ." Τῷ ὄντι γὰρ προσθεῖναί τι τοῖς θείοις χρησμοῖς ἢ ἀφελεῖν ἐπισφαλὲς καὶ ἐπικίνδυνον· οὐ γὰρ ἐσμὲν διορθωταὶ τοῦ θεοῦ, ἀλλ' ὑποτακτῖται. Καὶ πολλά ἐστι περὶ τούτου εἰπεῖν πρὸς τοὺς ἡμετέρους καὶ δεῖξαι ὅτι ἰδιωτ<ε>ία ἐσχάτη ἐστὶ τὸ παραδέξασθαι τὴν καινοτομίαν τοῦ αἱρετικοῦ, κἂν μὴ φρονῶσι τὰ τοῦ αἱρετικοῦ.Οὕτως τοιγαροῦν ὁ Κναφεὺς Πέτρος ἀναθεματισθείς, ὡς εἴρηται, ὑπὸ πάντων τῶν ἐπισκόπων καὶ τοῦ Ζήνωνος φυγόντος ἐκ τῆς βασιλείας διὰ τὴν ἐπανάστασιν Βασιλίσκου, φυγὰς ᾤχετο εἰς ἀγνώστους τόπους.
Ὡς δὲ ἐπανῆλθεν ὁ Ζήνων εἰς τὴν ἑαυτοῦ βασιλείαν, Πέτρον μὲν τὸν Κναφέα ἀναζητήσας, ἀπεκατέστησε τῇ Ἀντιοχέων ἐπίσκοπον, τῶν ἐπ' αὐτῷ ἀναθεματισμῶν μηδαμῶς λυ θέντων, τὸν δὲ μακάριον Καλανδίωνα τὸν πατριάρχην εἰς Ὤασιν ἐξωστράκισε. Τοῦ Κναφέως βίᾳ ἀπολαβόντος τὸν θρόνον, ἅτε ἀπεγνωσμένος λοιπὸν καὶ μηδεμίαν ἐλπίδα ἔχων, ἀδεῶς μᾶλλον δὲ ἀθέως ἐχρήσατο τῇ τυραννίδι, φονεύων καὶ δημεύων καὶ φυγαδεύων πάντας τοὺς μὴ βουλομένους κοινωνεῖν αὐτοῦ τῇ ἀσεβείᾳ. Ἀλλὰ ταῦτα μὲν παρήσω, πολλὰ ὄντα καὶ ἰδίας συγγραφῆς δεόμενα, βαδιοῦμαι δὲ πρὸς τὸ κατεπεῖγον, δεικνὺς πᾶσι τοῦ ἁγίου ἀποστόλου Βαρνάβα τὴν ἀμέτρητον χάριν καὶ ὅσην ἔχει περὶ τὴν ἰδίαν πατρίδα φροντίδα τε καὶ κηδεμονίαν. Μὴ ἀρκεσθεὶς τοιγαροῦν τοῖς ἀναριθμήτοις κακοῖς, οἷς ἐποίησε κατὰ τὴν ἀνατολὴν ὁ Κναφεύς, ἀλλὰ καὶ ἐπὶ τὰς οὐδαμόθεν αὐτῷ ὑποκειμένας ἐπαρχίας ἐπέ βαλε τὰς χεῖρας· χρυσίῳ γὰρ ἅπαξ ἐξαγοράσας τοῦ βασιλέως καὶ τῶν περὶ αὐτὸν τὴν εὐχέρειαν, καὶ αὐτοῦ τοῦ θεοῦ τὸν νόμον περιεφρόνησε-καὶ γοῦν τοὺς φιλοθέους καὶ φιλοπίστους καὶ ὀρθοδόξους Κυπρίους παντοίως κακῶσαι διενοήθη, ἐπειδὴ προγονικὴν εὐσέβειαν φυλάττοντες, κοινωνῆσαι τῇ ἀσεβείᾳ αὐτοῦ οὐκ ἐβούλον το, καὶ τὸν ἐξαρχῆς καὶ ἄνωθεν ἁγιώτατον καὶ ἐλεύθερον καὶ ἀποστολικὸν θρόνον τῆς Κύπρου ἁρπάσαι καὶ ὑφ' ἑ αυτὸν ποιῆσαι ἐπεχείρησεν· καὶ ἀναφορὰν ποιεῖται πρὸς τὸν κρατοῦντα, ψευδηγορίας μεστήν, ὅτι φησὶν ὁ λόγος τοῦ θεοῦ ἀπὸ Ἀντιοχείας ἐν Κύπρῳ ἐξήχηται καὶ δεῖ τὴν ἐκκλησίαν Κύπρου ὑπὸ τὸν Ἀντιοχείας θρόνον εἶναι, ἐπειδὴ ἀποστολικὸς καὶ πατριαρχικὸς θρόνος τυγχάνει· ἀλλ' οὐκ ἔλαθεν ὁ ἀποστάτης αἱρετικὸς ὤν, τὰ ἐν Ἐφέσῳ ἐπὶ τῆς κατὰ Κύριλλον ἁγίας συνόδου ὁρισθέντα παραχαράσσων. Ἀλλ' ὁ κήρυξ τῆς εὐσεβείας, ὁ ἁγιώτατος ἐν ἀποστόλοις Βαρνάβας, ἤλεγξεν αὐτοῦ τὸ ἀνόητον, ἐν καιρῷ τῆς πατρίδος γενόμενος ἀντιλήπτωρ. Τοῦ γὰρ ἐπισκόπου τῆς Σαλαμινέων κελευσθέντος καταλαβεῖν τὴν
10