De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
Ῥωμαῖον καὶ πάσης γέμοντα βασιλικῆς ἀρετῆς, ὥστε μήτε χρημάτων, μήτε ἄλλῳ τινὶ, ὅσον τό γε ἐν ἀνθρώποις, ἀνθρωπίνῳ πάθει ὑποκεῖσθαι." ὑπὸ πάντων ἐκράγη· "πολλὰ τὰ ἔτη τῆς αὐγούστης· Ἀριάδνη αὐγούστα, σὺ νικᾷς. τῆς φιλοχρίστου βασιλίδος πολλὰ τὰ ἔτη· Κύριε, ἐλέησον. βασιλεῦ οὐράνιε, δὸς ἡμῖν ἐπίγειον ἀφιλάργυρον βασιλέα τῇ οἰκουμένῃ." ἀπόκρισις· "ὥστε δὲ καθαρὰν καὶ τῷ δεσπότῃ Θεῷ ἀρέσκουσαν τὴν κρίσιν γενέσθαι, ἐκελεύσαμεν τοὺς ἐνδοξοτάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον, συντρεχούσης καὶ τῆς τῶν γενναιοτάτων ἐξερκίτων ψήφου, προκειμένων καὶ τῶν ἁγίων εὐαγγελίων, παρόντος τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου τῆς βασιλίδος ταύτης πό 420 λεως πατριάρχου, καὶ προκειμένων, ὡς εἴρηται, τῶν ἁγίων λογίων, γενέσθαι τὴν ἐπιλογὴν, ἐφ' ᾧτε μηδένα μηδὲ φιλίας, μηδὲ ἔχθρας, μηδὲ σκοποῦ, μηδὲ συγγενίας, μηδὲ ἄλλου τινὸς ἰδίου μεμνημένον, ἀλλ' ἔχοντα καθαρὸν τὸ συνειδὸς καὶ ὅλον πρὸς τὸν δεσπότην Θεὸν νενευκὸς, οὕτως ποιήσασθαι τὴν ἐπιλογήν. ἐπειδὴ οὖν, ὡς καὶ ἡ ὑμετέρα καθορᾷ καθοσίωσις, τὸ πρᾶγμα μέγα καὶ περὶ κοσμικῆς πρόκειται σωτηρίας, προσήκει τὴν ὑμετέραν καθοσίωσιν μικρὸν ἐνδοῦναι, ὥστε καὶ τὴν κηδείαν τοῦ τῆς θείας λήξεως Ζήνωνος προβῆναι δεόντως, καὶ μὴ ἐκ προπετοῦς ἐπιλογῆς γενέσθαι τι μεταμελίας ἄξιον." ὑπὸ πάντων ἐκράγη· "καλὰ πάσχα τῇ οἰκουμένῃ, εὐταξίαν καὶ εὐθηνίαν τῇ πόλει. πολλὰ τὰ ἔτη τῆς αὐγούστας. ἔξω βάλε τὸν κλέπτην ἔπαρχον τῇ πόλει· πολλὰ τὰ ἔτη τῆς βασιλίσσης. Κύριε, ζωὴν αὐτῇ· ὅλα τὰ καλὰ ἐπὶ σοῦ γένηται, Ῥωμαῖα, εἰ οὐδὲν ξένον αὔξει τὸ γένος τῶν Ῥωμαίων. τὸ βασίλειον σόν ἐστιν, Ἀριάδνη αὐγούστα. σὺ νικᾷς." ἀπόκρισις· "εὐχαριστοῦμεν τῷ δεσπότῃ Θεῷ, ὅτι πάντα, ὅσα ὑμῖν ἐστιν καὶ συμφέροντα καὶ καταθύμια, ταῦτα καὶ πρὸ τῶν ὑμετέρων αἰτήσεων εἰς τὸν νοῦν τὸν ἡμέτερον ἔρχεται καὶ πληροῦται. καὶ γὰρ πρὸ τῆς ἐνταῦθα ἀνόδου συνιδόντες χρήζειν τὴν ὑμετέραν καθοσίωσιν ἀνδρὸς ἔμφρο 421 νος καὶ τῆς ὑμετέρας εὐζωΐας προνοοῦντος, φθάσαντες καὶ προλαβόντες τὰς ὑμετέρας αἰτήσεις, τὸν ἐνδοξότατον Ἰουλιανὸν εἰς τὴν ὕπαρχον ἀρχὴν, τοῦ δεσπότου Θεοῦ ἐπινεύσαντος, προβαλλόμεθα." ὑπὸ πάντων ἐκράγη· "ταύτη καλὴ ἀρχή. πολλὰ τὰ ἔτη τῆς αὐγούστας, πολλὰ τὰ ἔτη τῶν ἀρχόντων." ἀπόκρισις· "τῆς οὖν ὑμετέρας ἐστὶν καθοσιώσεως, ὥσπερ ἀεὶ ἐφυλάξατε, οὕτω καὶ νῦν φυλάξαι τὴν εὐταξίαν. τῆς γὰρ ὑμετέρας εὐζωΐας καὶ πάντων τῶν συμφερόντων ὑμῖν πρῶτον μὲν ὁ δεσπότης Θεὸς, ἔπειτα δὲ καὶ ἡμεῖς ἱκανῶς προενοήσαμεν, καὶ εὐθέως βουλευόμενοι μετὰ τῶν ἐνδόξων ἀρχόντων καὶ τῆς ἱερᾶς συγκλήτου, συντρεχούσης καὶ τῆς τῶν γενναιοτάτων ἐξερκίτων συναινέσεως, προβαλούμεθα ἄνδρα εἰς τὴν βασιλείαν καὶ ὀρθόδοξον καὶ ἁγνόν. ἀπέστω δὲ φθόνος τῆς καλλίστης ταύτης συμβουλίας καὶ πολιτείας." ταύτης οὖν τῆς προσφωνήσεως παρ' αὐτῆς γενομένης, κατῆλθεν ἡ αὐγούστα καὶ οἱ ἄρχοντες ὀψικεύοντες αὐτήν. καὶ ἡ μὲν αὐγούστα εἰσῆλθεν εἰς τὸν αὐγουσταῖον· οἱ δὲ ἄρχοντες, τεθέντων σκαμνίων πρὸ τοῦ δέλφακος, ἐκάθισαν, καὶ ἤρξαντο βουλεύεσθαι περὶ τοῦ ὀφείλοντος γενέσθαι, καὶ πολλὴ φιλονεικεία μεταξὺ αὐτῶν ἐκινήθη. ὁ δὲ πραιπόσιτος Οὐρβίκιος εὐφυέστερον ἐδήλωσεν αὐτοῖς, ὅτι "καλῶς ποιεῖτε τῇ αὐγούστῃ παρέχοντες τὴν αὐθεντείαν, ἵνα αὐτὴ ἐπιλέξηται, ὃν ἂν 422 βουληθείη." ᾔτησεν οὖν ἡ σύγκλητος τὸν ἐπίσκοπον εἰσελθεῖν καὶ παρακαλέσαι αὐτὴν, ἵνα αὐτὴ, ὃν βούλεται, ἐπιλέξηται· αὕτη οὖν ἐπελέξατο Ἀναστάσιον τὸν σιλεντιάριον, καὶ μαθόντες οἱ ἄρχοντες πάντες ἠράσθησαν, καὶ παραχρῆμα ἐπέμφθησαν εἰς τὸν οἶκον Ἀναστασίου παρὰ τοῦ μαγίστρου κόμητες προτηκτόρων καὶ δομεστίκων, καὶ ἤγαγον αὐτὸν εἰς τὸ παλάτιον, καὶ ἐν τῷ κονσιστωρίῳ ἐφυλάττετο, καὶ οὕτως ἐγένετο ἡ κηδεία Ζήνωνος τοῦ τῆς θείας λήξεως. ἐν αὐτῇ οὖν τῇ ἡμέρᾳ οἱ βεστοσακράνοι καὶ οἱ ζωγράφοι καὶ οἱ μονητάριοι τὰ συνήθη ἔπραξαν, καθὰ εἴρηται, καὶ ὀψὲ ἐδόθη τὰ μανδάτα σιλέντιον καὶ κομέντον, καὶ τῇ ἑξῆς προῆλθον πάντες ἀπὸ λευκῶν χλανιδίων, καὶ ἐδέχθησαν ἐν τῷ κονσιστωρίῳ, καὶ ἐκεῖ προσηγορεύθησαν, οὐ μὴν ἐν τῷ ἄρματι. προῆλθεν δὲ καὶ ὁ ἀρχιεπίσκοπος κατὰ τὸ σύνηθες εἰσελθὼν διὰ τῆς βαλνιαρίας, καὶ μετὰ τὸ δεχθῆναι πάντας κατὰ τὸ ἔθος, ἀνῆλθεν Ἀναστάσιος ἐν τῷ πορτίκῳ τῷ πρὸ τοῦ μεγάλου τρικλίνου, καὶ ἔστη ἐν τῷ μέσῳ τοῦ πορτίκου, καὶ εἰσῆλθον πάντες οἱ ἄρχοντες καὶ οἱ συγκλητικοὶ πρὸς αὐτὸν, καὶ ἀπῄτησαν αὐτὸν ὅρκον δοῦναι πᾶσιν, ὡς οὐδενὶ, πρὸς ὃν ἔσχεν πρᾶγμα, φυλάττει λύπην, καὶ ὅτι μετὰ ὀρθοῦ συνειδότος τῇ πολιτείᾳ χρήσεται. καὶ ὑποτελεσθέντος τοῦ ὅρκου τούτου, ἀνῆλθεν εἰς τὸ ἱππικὸν, καὶ εἰσελθὼν ἐν τῷ τρικλί 423 νῳ,